Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1796
Not analysed yet
διδάσκει· «Οὐαὶ Ἀσσυρίοις. ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ τῆς ὀργῆς μου ἔστιν ἐν ταῖς χερσὶν αὐτῶν.» ιδʹ. «Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος.» Ἐμοῦ γὰρ νεύοντος ταῦτα πείσῃ. «Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι.» Οὐκέτι γὰρ ἡ σὴ προσηγορία τοῖς ὑπηκόοις ἐπιτεθήσεται· ἔθος γὰρ ἀπὸ τῶν βασιλευόντων τοὺς ἀρχομένους καλεῖσθαι· οὕτως ἀπὸ Βαβυλῶνος Βαβυλώνιοι· καὶ ἀπὸ Κύρου τοῦ Πέρσου Πέρσαι· καὶ Μακεδόνες ἀπὸ Μακεδόνων ὕστερον· καὶ νῦν ἀπὸ Ῥώμης Ῥωμαῖοι. «Ἐξ οἴκου Θεοῦ σου ἐξολοθρεύσω γλυπτὰ, καὶ χωνευτὰ θήσομαι ταφήν σου, ὅτι ἠτιμώθης.» Κοινωνήσουσι δέ σοι τῆς ἀπωλείας καὶ οἱ χειρόκμητοί σου θεοὶ, οὓς εἰς τὴν γῆν κατακρύψεις, καὶ ὡς ἐν τάφοις τισὶ καταχώσεις, ἵνα μὴ καὶ αὐτοὶ λάφυρα γένωνται τῶν πολεμίων. ιεʹ. «Ὅτι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην.» Τούτων δὲ κατὰ σοῦ γιγνομένων, πολλοὶ δραμοῦνται τοῖς τὴν Ἰουδαίαν οἰκοῦσι τὰ τῆς εἰρήνης κομίζοντες εὐαγγέλια. «Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου ἀπόδος τῷ Θεῷ τὰς εὐχάς σου. Διότι οὐ μὴ προστεθῶσιν ἔτι τοῦ διελθεῖν εἰς παλαίωσιν· συντετέλεσται, ἐξῆρται.» Ὑμεῖς δὲ, φησὶν, ἀκούσαντες τὴν τῶν πολεμίων κατάλυσιν, τὰς νενομισμένας ἐπιτελεῖτε τῷ Θεῷ πανηγύρεις, καὶ τὰς ἐξ ἔθους θυσίας προσφέρετε· παντελῆ γὰρ ὑπέμεινε τὸν ὄλεθρον ὁ τὰς πολλὰς καθ' ὑμῶν ποιησάμενος στρατείας, καὶ οὐκέτι οἱονεὶ ἀναλῶσαι καὶ δαπανῆσαι ὑμᾶς ἐπιχειρήσει. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως.» Τούτων δέ σοι αἴτιος ὁ Θεὸς, τῷ οἰκείῳ νεύματι, οἷόν τινι ἐμφυσήματι, ἐκείνους μὲν καταλύσας, σὲ δὲ τῆς ἐκείνων δυναστείας ἐλευθερώσας. Ὥσπερ γὰρ τῷ Ἀδὰμ ἐμφυσήσας πνοὴν ζωῆς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν· οὕτω σοὶ τῷ τῆς ζωῆς ἐμφυσήματι τὴν σωτηρίαν παρέχει. Τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν ὁ Δεσπότης Χριστὸς τοῖς ἱεροῖς δέδωκεν ἀποστόλοις. Ἐπειδὴ γὰρ ἀπώλεσεν Ἀδὰμ τὸ κατ' εἰκόνα, ὃ διὰ τοῦ θείου ἔλαβεν ἐμφυσήματος, εἰκότως ταύτην ἀνακαινίσας ὁ Δεσπότης Χριστὸς τοῖς ἱεροῖς ἀποδέδωκεν ἀποστόλοις, καὶ δι' αὐτῶν ἅπασι τοῖς πιστεύουσιν. Ἐνεφύσησε γὰρ αὐτοῖς, καὶ εἶπε· «Λάβετε Πνεῦμα ἅγιον.» Ἐπειδὴ τοίνυν τύπος τῶν νέων τὰ παλαιὰ, νοήσωμεν Ἀσσυρίων μὲν βασιλείαν καταλυομένην, τοῦ διαβόλου τὴν τυραννίδα διὰ τοῦ Δεσπότου παυομένην Χριστοῦ· τὸν δὲ Ἰούδαν ἐπιτωθάζοντα τούτῳ καὶ ἑορτάζοντα, τὴν οἰκουμένην ἐπὶ τῇ σωτηρίᾳ χορεύουσαν, ἅτε δὴ