Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1797
Not analysed yet
τὴν πνευματικὴν χάριν διὰ τοῦ Δεσποτικοῦ ἀπειληφυῖαν ἐμφυσήματος, τῆς δὲ πικρᾶς τῶν δαιμόνων τυραννίδος ἀπαλλαγεῖσαν. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν ἐπανέλθωμεν. «Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος· ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα. (βʹ.) Διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ, καθὼς ὕβριν Ἰσραήλ.» Τοῦτο, οὐχ ὥς τινες ὑπέλαβον, πρὸς τὸν Ἀσσύριόν φησιν, ἀλλ' ἔτι τῷ Ἰούδᾳ προσδιαλέγεται, καὶ παρακελεύεται αὐτὸν περισκοπεῖν τὰς ὁδοὺς, καὶ τοὺς ἀγγέλους καραδοκεῖν, καὶ τὰ παρ' ἐκείνων κομιζόμενα εὐαγγέλια δέχεσθαι, καὶ ἀντὶ τῆς προτέρας δειλίας ἀνδρείαν ἀναλαβεῖν. Τοῦτο γὰρ εἶπε, Κράτησον ὀσφύος· ἀντὶ τοῦ, Τὴν προτέραν ἀπόθου δειλίαν. Οὕτως ὁ μακάριος Ἠλίας ἔσφιγξε τὴν ὀσφὺν αὑτοῦ, καὶ ἔτρεχε πρὸ τοῦ ἅρματος τοῦ Ἀχαάβ. Οὕτως τῷ Ἰώβ φησιν ὁ Θεός· «Ζῶσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου.» Καὶ ὁ θεῖος παρακελεύεται Παῦλος, ζώσασθαι τὰς ὀσφύας ἐν ἀληθείᾳ. Κἀνταῦθα τοίνυν θαῤῥεῖν τῷ Ἰούδᾳ παρακελεύεται, ὅτι ἀπέστρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰακὼβ, καθὼς ὕβριν Ἰσραήλ. Ἰστέον δὲ, ὅτι τὸ μὲν Ἰακὼβ ὄνομα ὑπὸ τῶν πατέρων ἐτέθη τῷ Ἰακώβ· τὸ δὲ Ἰσραὴλ ὑπὸ τοῦ Θεοῦ· ἀμφοτέρων δὲ τῶν ὀνομάτων μετέλαχεν ὁ ἐξ Ἰακὼβ λαός. Λέγει τοίνυν, ὅτι Τῶν εἰς σὲ τὸν Ἰακὼβ γεγενημένων ὑπὸ τῶν Ἀσσυρίων δεινῶν δίκας αὐτοὺς εἰσεπραξάμην διὰ τὴν τοῦ προπάτορος ἀρετὴν, ἧς εἵνεκα καὶ τὴν Ἰσραὴλ αὐτῷ προσηγορίαν ἐπέθηκα. «Διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν. (γʹ.) Ὅπλα δυναστείας αὐτοῦ ἐξ ἀνθρώπων.» Ὃν τρόπον οἱ τὰ τῆς ἀμπέλου, φησὶν, ἐκτινάσσοντες κλήματα, πάντα διαφθείρουσι τὸν καρπόν· οὕτως οἱ τούτοις ἐπελθόντες πολέμιοι, καὶ τὴν δυναστείαν αὐτῶν κατέλυσαν, καὶ τὰς πανοπλίας ἀφείλοντο, καὶ τοὺς τὸν θάνατον διαφυγόντας δουλεύειν ἠνάγκασαν. Καὶ δεικνὺς, ὡς οὐ δι' ἀσθένειαν ταῦτα πείσονται, ἀλλὰ διὰ τὴν ὑπ' αὐτοῦ κατ' αὐτῶν ἐξενεχθεῖσαν ψῆφον, ἐπήγαγεν· «Ἄνδρες δυνατοὶ ἐμπαίζοντες ἐν πυρί.» Τοσαύτῃ γὰρ ἐχρῶντο θρασύτητι, ὡς καὶ αὐτοῦ κατατολμᾷν τοῦ πυρός. «Αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτῶν, καὶ οἱ ἱππεῖς θορυβηθήσονται. (δʹ.) Ἐν ταῖς ὁδοῖς συγχυθήσεται τὰ ἅρματα, καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις.» Οὐδὲν γὰρ, φησὶν, ὑμᾶς ὀνήσει, οὐ τὸ πλῆθος τῶν ηὐτρεπισμένων ἁρμάτων, οὐχ ἡ ἱππικὴ δύναμις· ἀπὸ γὰρ τοῦ θορύβου τῶν ἐπιόντων πολεμίων ἄχρηστα πάντα γενήσεται ἀλλήλοις ἐν ταῖς ὁδοῖς συμπλεκόμενα, καὶ ὑπὸ ἀλλήλων συμπατούμενα. «Ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.» Καὶ μὴν, φησὶ, γενναῖον εἴχετε πάλαι φρόνημα, καὶ τὸ θυμοειδὲς διὰ τῶν ὀφθαλμῶν ἐδηλοῦτε, καὶ οἷόν τισι