Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1800
Not analysed yet
λαμπάσι καὶ ἀστραπαῖς ἐξεδειματοῦτε τοὺς ὑπηκόους· ἀλλ' ἐν τῇ τῶν πολεμίων προσβολῇ δειλία ὑμᾶς ἀντὶ τῆς ἀνδρείας καθέξει. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. εʹ. «Μνησθήσονται γὰρ, φησὶν, οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὑτῶν· σπεύσουσιν ἐπὶ τὰ τείχη, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὑτῶν.» Οἱ γὰρ ἐπὶ τῇ δυναστείᾳ πάλαι μέγα φρονοῦντες, πάντα πόρον κινήσουσι διαφυγεῖν πειρώμενοι· καὶ τούτου δὲ διαμαρτάνοντες, πάλιν εἰς τοὺς περιβόλους ἀναβήσονται, καὶ τῆς φυλακῆς φροντιοῦσι τῆς πόλεως· (ϛʹ.) ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ αἱ πύλαι ἀνοιγήσονται, καὶ τὰ βασίλεια ὑπὸ τοῖς πολεμίοις γενήσεται, καὶ οἱ ἐν τοῖς βασιλείοις ληφθήσονται θησαυροί. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Ἡ ὑπόστασις ἀπεκαλύφθη.» Ἀντὶ τοῦ, τὰ πάλαι κεκρυμμένα, καὶ πολλοῖς κλείθροις ἠσφαλισμένα, δῆλα πᾶσιν ἐγένετο. «Καὶ αὕτη ἀνέβαινε.» Τὴν Νινευῒ λέγει· περὶ αὐτῆς γὰρ προλέγει. ζʹ. «Καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καὶ ὡς περιστεραὶ φθεγγόμεναι ἐν καρδίᾳ ἑαυτῶν.» Κοινωνήσουσι δὲ αὐτῇ τῆς αἰχμαλωσίας καὶ αἱ ὑπήκοοι πόλεις καὶ κῶμαι, κατὰ διάνοιαν στενάζουσαι, καὶ τῶν περιστερῶν μιμούμεναι τὴν ἠχήν. ηʹ. «Καὶ Νινευῒ, ὡς ὕδατα κολυμβήθρας τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων.» Τοσοῦτοι γὰρ ὄντες οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, ὡς ἀπεικάζεσθαι αὐτὴν κολυμβήθρᾳ ὑδάτων πεπληρωμένῃ, καὶ ἐκβλυζούσῃ τὰ περιττὰ, πρὸς φυγὴν εἶδον ἅπαντες, οὐδὲ ἐπιστραφῆναι πάλιν εἰς τοὐπίσω τολμήσαντες. Εἶτα τὴν προτέραν αὐτῶν ἀδικίαν διέξεισι. θʹ. «Διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς.» Ἀλλ' ἃ κακῶς συνήθροισεν ἑτέροις παραδοθήσεται. «Βεβάρυνται γὰρ ὑπὲρ πάντα τὰ σκεύη αὐτῆς τὰ ἐπιθυμητά.» Κατὰ τούτων γὰρ, φησὶ, τῶν θησαυρῶν τὸ πλῆθος χωρήσει τῶν πολεμίων. Ὡς γεγενημένα δὲ τὰ ἐσόμενα λέγει, κατὰ τὸ οἰκεῖον τῆς Γραφῆς ἰδίωμα. ιʹ. «Ἐκτιναγμὸς, καὶ ἀνατιναγμὸς, καὶ βρασμὸς, καὶ καρδίας θόρυβος, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὰ πρόσωπα πάντων ὡς πρόσκαυμα χύτρας.» Ἃ ἐπὶ τῶν σεισμῶν εἴωθε γίνεσθαι τινασσομένης τῆς γῆς, καὶ παλλούσης, ταυτὰ καὶ ἐπὶ τῆς τῶν πολεμίων τέθεικε προσβολῆς· ὅτι τῶν καρδιῶν τῷ δέει βαλλομένων, καὶ αἱ τῶν γονάτων ἁρμονίαι λυθήσονται, καὶ ταῖς τικτούσαις παραπλησίως ὀδυνήσονται, καὶ τὰ πρόσωπα, τοῦ αἵματος παγέντος, πελιδνωθήσονται, ὡς ἐκείνῳ τῷ μέρει τῆς χύτρας προσεοικέναι, ὃ τῷ πυρὶ προσομιλεῖν εἴωθε. ιαʹ. «Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις;» Καὶ καλεῖ μὲν