Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1804
Not analysed yet
«Ἀσθενήσουσιν ἐν τοῖς ἔθνεσιν αὑτῶν. (δʹ.) Ἀπὸ πλήθους πορνείας.» Εἰς ὀλίγους γὰρ, φησὶ, περιλειφθήσεται τὸ πλῆθος αὐτῶν, διά τε τὴν περὶ τὰ εἴδωλα πλάνην, καὶ τὴν πλείστην ἀκολασίαν· ἀμφότερα γὰρ ἐνταῦθα πορνείαν καλεῖ. Καὶ τοῦτο σαφέστερον τὰ ἐπαγόμενα διδάσκει· «Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρμάκων.» Ἀσεβείᾳ γὰρ καὶ παρανομίᾳ συζῶσα λαμπρά τις εἶναι καὶ περιφανὴς ἐδόκεις τοῖς οὐκ ὀρθῶς κρίνειν ἐπισταμένοις τῶν πραγμάτων τὴν φύσιν, καὶ τὸν Ποιητὴν καὶ Σωτῆρα καταλιποῦσα, ὃς φιλανθρωπίας σε πλείστης μεταμεληθεῖσαν ἠξίωσε, τῇ γοητείᾳ σαυτὴν ἀνατέθεικας, καὶ δι' ἐκείνης ἅπαντα διετέλεσας δρῶσα. «Ἡ πωλοῦσα τὰ ἔθνη ἐν τῇ πορνείᾳ αὑτῆς, καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὑτῆς.» Τῇ οἰκείᾳ δὲ ἀσεβείᾳ μὴ ἀρκουμένη, καὶ τοὺς ὑπηκόους ἠνάγκαζες ταυτὰ σοὶ φρονεῖν. Τούτου χάριν, εʹ, ϛʹ. «Ἐγὼ τῶν ὅλων ὁ Κύριος ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου, καὶ βασιλείαις τὴν ἀτιμίαν σου. Καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου.» Τὸ, «Ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου,» ἐκ μεταφορᾶς εἴρηται τῶν εἰς ὕβριν μείζονα ἀποδυομένων οἰκετῶν καὶ μαστιγουμένων. Λέγει δὲ, ὅτι Δήλην ἅπασι διὰ τῆς τιμωρίας τὴν παρανομίαν σου καταστήσω, καὶ βασιλεῦσι, καὶ ἔθνεσιν, ἵνα καὶ τοῖς ἄλλοις ὠφελείας γένῃ παράδειγμα. Τοῦτο γὰρ ἐπήγαγε· «Καὶ θήσομαί σε παράδειγμα. (ζʹ.) Καὶ ἔσται, πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ, καὶ ἐρεῖ· Δειλαία Νινευῒ, τίς στενάξει ἐπ' αὐτῇ; πόθεν ζητήσω παράκλησιν αὐτῇ.» Τοσαύτῃ γὰρ ἐρημίᾳ σε παραδώσω, ὡς τοὺς πρόσθεν δυσχεραίνοντας τὴν δυναστείαν, εἰς ἔλεον ἐπικαμφθῆναι. Τοῦτο γὰρ εἶπε· «Καταβήσεται ἀπὸ σοῦ,» καὶ θρήνου τρόπον ἐπιζητήσει τῆς ἐρημίας ἄξιον. ηʹ. «Ἅρμοσαι χορδὴν, ἑτοίμασαι, μερὶς Ἀμμὼν, ἡ κατοικοῦσα ἐν ποταμοῖς· ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ αὐτῆς θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐτῆς.» Τῇ Αἰγύπτῳ ταῦτα παρακελεύεται δεινὰ καὶ ἀλγεινὰ παρὰ Ἀσσυρίων παθούσῃ. Καὶ τοῦτο ἀπὸ τῶν ἄλλων μεμαθήκαμεν προφητῶν, οἳ τοῖς Ἰσραηλίταις προηγόρευσαν, ὡς οὐδὲ φυγόντες εἰς τὴν Αἴγυπτον σωτηρίας τεύξονται, ἀλλ' ἐκεῖ καταληφθέντες ὑπὸ τῶν πολεμίων θανάτῳ παραδοθήσονται. Ὥσπερ τοίνυν ἐν τοῖς ἔμπροσθεν εἰρημένοις τῷ Ἰούδᾳ παρακελεύεται ἑορτάζειν, ἅτε δὴ τῆς Νινευϊτῶν καταλυθείσης βασιλείας· οὕτω δὴ καὶ ἐνταῦθα τῇ Αἰγύπτῳ χορεύειν παρακελεύεται. Μερίδα δὲ Ἀμμὼν, ὡς οἶμαι, αὐτὴν καλεῖ, ὡς Ἀμμῶνι ἀνακειμένην τῷ δαίμονι. Οὗτος γὰρ ἦν ἐπίσημος πάλαι, ὡς καὶ πολλοὺς ἀπὸ τῆς Ἑλλάδος χρησμῶν χάριν ἐκεῖσε ἀπαίρειν. Φασὶ δὲ καὶ Ἀλέξανδρον, τὸν τῶν Μακεδόνων βασιλεύσαντα πρῶτον, οἱ τὰ ἐκείνου συγγεγραφότες, πρὸς ἐκεῖνον δραμεῖν, καὶ χρησμοὺς ἐκεῖθεν λαβεῖν. Ἐπειδὴ