Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1805
Not analysed yet
τοίνυν ταύτης κατεχούσης τῆς ἐξαπάτης, ἤρτητο τοῦ δαίμονος τούτου διαφερόντως ἡ Αἴγυπτος, μερίδα αὐτὴν Ἀμμὼν ὀνομάζει, καὶ παρακελεύεται αὐτῇ χορεύειν, ὡς τῆς Νινευῒ τὸν ὄλεθρον δεξαμένης. Ποταμοὺς δὲ κύκλῳ αὐτῆς τὰς διόρυγας λέγει. Εἶτα τοὺς ἐπικούρους ἀπαριθμεῖται, τοὺς Αἰθίοπας, τοὺς Λίβυας, καὶ τοὺς ἑσπερίους Λίβυας τοὺς νῦν Ἀφροὺς καλουμένους· Φοὺδ γὰρ τούτους ἐκάλεσεν. Ἀλλ' ὅμως καὶ τοσούτους ἔχουσα συμμάχους, καὶ ὑπὸ θαλάσσης καὶ ποταμῶν κυκλουμένη, οὐδὲ αὕτη, φησὶν, ἀπείρατος μενεῖ κακῶν, ἀλλ' εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος. «Καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπ' ἀρχαῖς ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις.» Ταῦτα δὲ καὶ Ναβουχοδονόσορ εἰς αὐτὴν εἰργάσατο, καὶ Καμβύσης ὕστερον ὁ Κύρου, τὴν βασιλείαν αὐτῆς καταλύσας, ὑπὸ τὴν αὐτοῦ δυναστείαν τελεῖν κατηνάγκασε· καὶ Ἀλέξανδρος δὲ μετὰ πολλὰς γενεὰς ὑπὸ τὴν Μακεδονικὴν αὐτὴν ἐποίησε βασιλείαν. Ταῦτα περὶ τῆς Αἰγύπτου προθεσπίσας, πάλιν πρὸς τὴν Νινευῒ μεταφέρει τὸν λόγον. ιαʹ. «Καὶ σὺ μεθυσθήσῃ, καὶ ἔσῃ παρεωραμένη, καὶ σὺ ζητήσεις ἑαυτῇ στάσιν ἐξ ἐχθρῶν σου.» Καθάπερ γάρ τινι μέθῃ παραδοθήσῃ τῇ συμφορᾷ, καὶ τῇδε κἀκεῖσε διαθέουσα, ἀπαλλαγήν τινα τῶν κατεχόντων ζητήσεις δεινῶν, καὶ οὐχ εὑρήσεις. Παραπλησίως δὲ σοὶ καὶ αἱ ὀχυραί σου πόλεις παραδοθήσονται τοῖς πολεμίοις. Τοῦτο γὰρ διὰ τῆς εἰκόνος ἐδήλωσε. ιβʹ. «Πάντα τὰ ὀχυρώματά σου ὡς συκαῖ σκοποὺς ἔχουσαι, ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἐσθίοντος.» Δίκην, φησὶ, συκῶν ὑπ' ἀνέμου σαλευομένων, καὶ τὰ πρώϊμα σῦκα ῥᾳδίως ἀποβαλλουσῶν, γυμνωθήσῃ τῶν οἰκητόρων· καὶ οἱ γενναῖοι δέ σου στρατιῶται οὐδὲν διοίσουσι γυναικῶν, δειλίᾳ κατεχόμενοι· ἀνοιχθήσονται δέ σου αἱ πύλαι ῥᾳδίως, τοῦ πυρὸς τοὺς μοχλοὺς δαπανῶντος, καὶ τῶν ἐναντίων χειμάῤῥου δίκην διὰ τούτων εἰσβαλλόντων. ιδʹ. «Ὕδωρ γὰρ, φησὶ, περιοχῆς ἐπίσπασαι σεαυτῇ.» Εἶτα κατ' εἰρωνείαν· «Καὶ κατακράτησον τῶν ὀχυρωμάτων.» Χρῆσαι, φησὶ, τῇ δυνάμει σου, περιβόλους ἔχουσα, καὶ τάφρους ἔξω τῶν περιβόλων. «Ἔμβηθι εἰς πηλὸν, καὶ συμπατήθητι ἐν ἀχύροις, καὶ κατακράτησον ὑπὲρ πλίνθον. (ιεʹ, ιϛʹ.) Ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε μάχαιρα, καὶ καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦχος. Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ.» Μὴ θάῤῥει, φησὶ, τοῖς ὀχυρώμασιν· οὐδεμίαν γὰρ ἕξεις ἐκεῖθεν βοήθειαν· ἀλλὰ δίκην πηλοῦ εἰς πλινθουργίαν μετ' ἀχύρου συμπατουμένου, ὑπὸ τῶν ἐπιόντων σοι πολεμίων συμπατηθήσῃ· καὶ τὴν μὲν πόλιν ἐμπρήσουσιν, ὑμᾶς δὲ τοὺς κατοικοῦντας τοῖς παντοδαποῖς κατασφάξουσι βέλεσιν· ἀκρίδος δὲ δίκην καὶ βρούχου ἄρδην ἅπαντας ὑμᾶς