Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1808
Not analysed yet
δαπανήσουσι, καὶ ὃν πανταχόθεν συνηθροίσατε πλοῦτον, οὐδὲ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, οἱ δυσμενεῖς λήψονται. «Βροῦχος ὥρμησε, καὶ ἐξεπετάσθη. (ιζʹ.) Ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἐπεγνώσθη ὁ τόπος αὐτῆς.» Καθάπερ γὰρ, φησὶν, ἀκρὶς καὶ βροῦχος, καὶ τὰ τούτοις προσόμοια, δρόσου μὲν ἐπικειμένης ἐφιζάνει τοῖς θάμνοις, ἀποπτῆναι μὴ δυνάμενα· τῆς δὲ ἡλιακῆς προσβαλλούσης ἀκτῖνος ἀνίσταται, καὶ πετάννυσι τὰ πτερὰ, καὶ εἰς ἕτερον μεταβαίνει τόπον· οὕτως οἱ εἰς ἐπικουρίαν σου παραγενόμενοι, τῶν πολεμίων τὴν προσβολὴν θεασάμενοι, τῆς σφῶν αὐτῶν σωτηρίας φροντιοῦσι, καὶ φυγῇ χρησάμενοι, μόνην σε καταλείψουσιν. Εἶτα συμπαθητικῶς· «Οὐαὶ αὐτοῖς. (ιηʹ.) Ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος.» Καὶ ἐκ τούτων δῆλον, ὡς καὶ τὸν Βαβυλώνιον Ἀσσύριον ἡ θεία προσαγορεύει Γραφή. Οὕτω δὲ καὶ οἱ ἔξω συγγραφεῖς αὐτὸν ὀνομάζουσι. Τοὺς μὲν γὰρ τῆς Νινευῒ βασιλέας ἔφη νυστάξαι· ὕπνον δὲ τὸν θάνατον ὀνομάζει. Οὕτω γὰρ λέγει καὶ ὁ μακάριος Δαβίδ· «Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.» Τούτους δὲ τοὺς βασιλέας κοιμηθῆναι εἴρηκε· «Βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου.» Τούτων δὲ ἀναιρεθέντων ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη φυγῇ χρώμενος, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος, οὐδὲ ἀντιστῆναι δυνάμενος. Εἶτα τὸ ἀνήκεστον τῶν κακῶν προσημαίνων· ιθʹ. «Οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου.» Ἐπειδὴ τροπικῶς τὴν συντριβὴν καὶ τὴν ἴασιν τέθεικεν, ὡσαύτως ἐπήγαγεν· «Ἐφλέγμανεν ἡ πληγή σου.» Ἀνιάτοις, φησὶ, παρεδόθησαν κακοῖς. «Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, κροτήσουσι χεῖρας ἐπὶ σὲ, διότι ἐπὶ τίνα οὐκ ἦλθεν ἡ κακία σου διαπαντός;» Ἀναμιμνησκόμενοι, φησὶ, τῶν εἰς αὐτοὺς ὑπὸ σοῦ γενομένων κακῶν, ἐφησθήσονταί σοι ταῦτα παθούσῃ, καὶ τὰς χεῖρας κροτήσουσιν. Εἰδότες τοίνυν τοῦ Κριτοῦ τὸ δίκαιον, δείσωμεν τὸ κριτήριον, ἵνα τὴν ἐκεῖθεν ἐκφερομένην κατὰ τῶν παρανομούντων διαφύγωμεν ψῆφον, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.