Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1812
Not analysed yet
τοῖς σοῖς νόμοις ἀκολουθεῖν· τοῦτο γὰρ ποιῶν, τῆς σῆς κηδεμονίας ἔρημος οὐ γενήσομαι. Ὅτι δὲ τὰς προειρημένας ζητήσεις τέθεικεν, οὐχ ὡς αὐτὸς ἐνδυάζων, ἀλλὰ τοὺς τῶν ἀνθρώπων λογισμοὺς διαγράφων, καὶ αὐτὸ δηλοῖ τοῦ ψαλμοῦ τὸ προοίμιον· «Ὡς ἀγαθὸς γὰρ, φησὶ, τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ.» Ὁ δὲ ἀγαθὸν τὸν Θεὸν ὁμολογήσας, δῆλον ὅτι καὶ ἀγαθῶν εἶναι πρύτανιν συνομολογεῖ. Τοιαῦτα πολλὰ καὶ ἐν ἄλλοις ψαλμοῖς, καὶ παρὰ ἄλλοις προφήταις εὑρίσκομεν. Τούτοις ἔοικε καὶ τοῦ θεσπεσίου Ἀμβακοὺμ ἡ προφητεία. Δοκεῖ γὰρ ἐπαπορεῖν, ἀνθ' ὅτου τῶν ἐπιεικεστέρων οἱ θρασύτεροι μᾶλλον εὖ πράττουσι, καὶ τί δήποτε παραπόδας τοῖς παρανομοῦσιν ἡ τιμωρία οὐχ ἕπεται. Ὅτι δὲ οὐ τοὺς οἰκείους ἡμῖν προτέθεικε λογισμοὺς, ἀλλὰ τοῖς νοσοῦσιν ἀλεξίκακον φάρμακον κατασκευάζων, εἰς ἐπαπόρησιν καὶ λύσιν σχηματίζει τὴν προφητείαν, καὶ αὐτὸ μαρτυρεῖ τὸ προοίμιον ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. Εἰρηκὼς γάρ· «Τὸ λῆμμα, ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης,» εὐθὺς ἐπήγαγεν· βʹ, γʹ. «Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ μὴ σώσεις; Ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους; ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν;» Λῆμμα δὲ καλεῖ τῆς διανοίας τὴν λῆψιν, καὶ τὴν ἀπὸ τῶν ἀνθρωπίνων μετάβασιν ἐπὶ τὴν θείαν ἀποκάλυψιν. Εἰ τοίνυν ἐκ πνευματικῆς ἐνεργείας τὰ προειρημένα ἐφθέγξατο, εὔδηλον ὡς οὐκ αὐτὸς τὸ πάθος ὑπέμεινεν, ἀλλὰ τῶν οὕτω διακειμένων τὸ ἕλκος γυμνοῖ, καὶ τὸ φάρμακον ἐπιτίθησι. Τοιγάρτοι προστίθησι τοῖς εἰρημένοις, καὶ λέγει· «Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.» Χρήμασι γὰρ, φησὶν, ἀπεμπολοῦσι τὸ δίκαιον οἱ δικάζοντες, καὶ τῆς τῶν νόμων φυλακῆς οὐδεμίαν ποιοῦνται φροντίδα. Τοῦτο γὰρ δι' ὧν ἐπήγαγε παρεδήλωσε· δʹ. «Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα· ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.» Ταῦτα δὲ περὶ τῶν ἐν Ἱερουσαλὴμ παρανομούντων διεξελήλυθεν· ὁ γὰρ Ἰσραὴλ ὑπὸ Ἀσσυρίων ἐξανδραποδισθεὶς ἤδη τὴν ἀλλοδαπὴν ᾤκει. Οὕτω τοῦ δυσχεραίνοντος προσώπου τοὺς λόγους προτεθεικὼς, διὰ τῆς θείας ἀποκρίσεως ποιεῖται τὴν ἴασιν. εʹ. «Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε, καὶ ἴδετε θαυμάσια, καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται.» Καταφρονητὰς καλεῖ τοὺς ἀδεῶς παρανομοῦντας, καὶ ἀναλγησίαν νοσοῦντας. Τούτοις παρακελεύεται μὲν