Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1813
Not analysed yet
τοῖς θεσπιζομένοις προσχεῖν, καταπλαγῆναι, καὶ δεῖσαι τὴν ἀπειλήν. Οἶδε δὲ ὅμως, ἅτε δὴ ἅπαντα καὶ πρὶν γενέσθαι σαφῶς ἐπιστάμενος, ὡς ἀπιστήσουσι τοῖς λεγομένοις, καὶ πρὸ τῆς πείρας τῶν πραγμάτων ψευδεῖς τοὺς περὶ τούτων νομιοῦσι λόγους. Ἀλλ' ὅμως ἀγαθὸς ὢν καὶ δίκαιος, κρίνειν ὑπὸ μόνης τῆς προγνώσεως οὐκ ἀνέχεται· ἀλλὰ καὶ τοῖς ἀπιστοῦσι τὰς προῤῥήσεις προσφέρει, καὶ θεραπείαν οὐ δεχομένοις τὴν τιμωρίαν ἐπάγει. ϛʹ. «Διὸ ἰδοὺ ἐγὼ ἐγείρω τοὺς Χαλδαίους, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινὸν, καὶ τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐχ αὑτοῦ.» Ὑμῖν γὰρ τοῖς ἀδικίᾳ καὶ παρανομίᾳ συζῶσι δι' οὓς δυσχεραίνουσιν οἱ τῆς Προνοίας ἀγνοοῦντες τοὺς νόμους, τοὺς ὠμοτάτους καὶ ὀξυτάτους ἐπάξω Χαλδαίους, οἱ τῶν ἀλλοτρίων ἐφιέμενοι, κατὰ πάντων στρατεύουσι τῶν ἐθνῶν. ζʹ. «Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.» Ἐπίσημός ἐστι, καὶ ἱκανὸς ἐκ μόνης ἐκδειματῶσαι τῆς φήμης. Δικάζει δὲ, οὐ νόμοις ἀλλοτρίοις ἀκολουθῶν, ἀλλὰ τὸ παραστὰν ποιεῖται νόμον. Τοῦτο δὲ ὁ Σύμμαχος σαφέστερον τέθεικεν· «Αὐτὸς ἑαυτῷ δικάσει, καὶ δόγμα τὸ ἑαυτοῦ ἐπεξελεύσεται.» ηʹ. «Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ, καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.» Διὰ πάντων δὲ τὴν ῥώμην αὐτῶν, καὶ τὴν ἀνδρείαν, καὶ τὴν ταχύτητα προεσήμηνε. Τοιοῦτος γὰρ ἐν μὲν πτηνοῖς ὁ ἀετὸς, ᾧ τοὺς ἱππέας εἴκασεν· ἐν δὲ θηρίοις αἱ παρδάλεις, καὶ τῆς Ἀραβίας οἱ λύκοι, οἷς τῶν ἵππων παρέβαλε τὴν ὀξύτητα. θʹ. «Συντέλεια ἐπ' ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας.» Οὗτοι τοῖς δυσσεβέσιν ὄλεθρον ἐπάξουσι παντελῆ, καὶ ταῦτα πολεμεῖν αὐτοῖς καὶ παρατάττεσθαι πειρωμένοις. Καὶ τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος τέθεικε· «Πάντα εἰς πλεονεξίαν ἥξει, ἡ πρόσοψις τοῦ προσώπου αὐτῶν ἄνεμος καύσων.» Καθάπερ γὰρ τῶν ἵππων καὶ τῶν ἱππέων παραβολικῶς ἔδειξε τὴν ταχύτητα· οὕτω καὶ τῶν προσώπων τὸ θηριῶδες ἀνέμῳ ἀπείκασε καύσωνι. Ὥσπερ γὰρ ἐκεῖνος καίει τὰ γυμνὰ τῶν σωμάτων, οὕτως ἱκανὴ τῶν Χαλδαίων ἡ θέα τῶν ὁρώντων κατασβέσαι τὸ ἄνθος. «Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν. (ιʹ.) Καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ· καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα, καὶ κρατήσει αὐτοῦ.» Παίζων γὰρ μᾶλλον, ἢ σπουδάζων, καὶ τὰς ἐννόμους βασιλείας, καὶ τὰς παρανόμους καταλύσει τυραννίδας, καὶ χώμασι καὶ μηχανήμασι κεχρημένος, πάντα περί-