Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1817
Not analysed yet
καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὑτοῦ. Ἕνεκεν τούτου εὐφρανθήσεται, καὶ χαρήσεται ἡ καρδία αὐτοῦ. Ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὑτοῦ, καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὑτοῦ· ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὑτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά.» Τοσαύτην γὰρ περίκειται δύναμιν, ὡς ὁλόκληρα ἔθνη καθάπερ τινὶ σαγήνῃ καὶ ἀγκίστρῳ θηρεύειν, καὶ τῇ θήρᾳ ἐπεντρυφᾷν. Εἰς δὲ τὸ τῆς ἀλαζονείας πάθος ἐντεῦθεν ἐκπίπτων, αἰτίαν τῶν γιγνομένων μόνην τὴν οἰκείαν οἴεται δύναμιν, καὶ ταύτῃ τὰς θείας προσφέρειν παρακελεύει τιμάς. Τοῦτο δὲ σαφέστερον ἡμᾶς ὁ θεῖος ἐδίδαξε Δανιὴλ, χρυσῆν αὐτὸν εἰκόνα κατασκευάσαι φήσας, καὶ ταύτην προσκυνῆσαι τῶν ὑπηκόων ἀναγκάσαι τὸ πλῆθος, καὶ πρὸς τοῖς ἀρχομένοις τοὺς ἄρχοντας. Καὶ ὁ θεῖος δὲ Ἡσαΐας, καὶ τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὴν τιμωρίαν κατὰ ταυτὸν τραγῳδῶν, καὶ τοὺς λογισμοὺς αὐτοῦ δήλους ποιῶν, φησίν· «Ἀναβήσομαι ἐπὶ τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.» Οἷς εὐθὺς ἐπιφέρει· «Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κάλυμμά σου σκώληξ.» Καὶ ὁ μακάριος Ἀμβακοὺμ ὁ προφήτης φησί· «Θύσει τῇ σαγήνῃ αὑτοῦ, καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὑτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὑτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. (ιζʹ.) Διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὑτοῦ, καὶ διαπαντὸς ἀποκτενεῖ ἔθνη, καὶ οὐ φείσεται.» Ἐξουρίων γὰρ φερόμενος, καὶ ῥᾳδίως σαγηνεύων οὓς βούλεται, καὶ κακοῦ τινος πεῖραν τέως οὐδεμίαν λαβὼν, καὶ κατὰ τῶν ἄλλων ἐθνῶν ἐπιχειρήσει, καὶ οὐ παύσεται τῇ δυνάμει καθάπερ τινὶ κεχρημένος δικτύῳ. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.» Ἔοικε τοῦτο τοῖς ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένοις· «Τοῦτο κόπος ἐστὶν ἐναντίον μου, ἕως οὗ εἰσέλθω ἐπὶ τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.» Καὶ ἐνταῦθα γὰρ ὁ προφήτης· Ἐφ' ἧς ἐτάχθην, φησὶ, τάξεως μενῶ, τὸ στεῤῥὸν οὐ καταλείψω· ἀλλ' ἐπὶ τῆς τοιαύτης πέτρας ἑστὼς, ἐφ' ἧς καὶ Μωϋσέα τὸν μέγαν ἔστησεν ὁ Θεὸς, τοῖς προφητικοῖς ὀφθαλμοῖς θεωρήσω τῶν ζητουμένων τὴν λύσιν. Καὶ ἐντεῦθεν δὲ σαφῶς μεμαθήκαμεν, ὡς οὐ τοῦ θείου προφήτου, ἀλλ' ἄλλων αἱ τοιαῦται προτάσεις. Εἶπε γάρ· «Ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ Κύριος, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου.» Προσήκει γάρ με μαθεῖν, ποίαν με χρὴ προσφέρειν ἀπόκρισιν τοῖς βουλομένοις παρ' ἐμοῦ τὰ τοιαῦτα μανθάνειν. βʹ, γʹ. Καὶ ἀπεκρίθη Κύριος πρός με, καὶ εἶπε·