Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1816
Not analysed yet
βολον ὀχυρὸν ἐκ βάθρων ἀνασπάσει· ἀλλὰ ταύτην αὐτοῦ τὴν μανίαν ὁ ἀγαθὸς θεασάμενος Δεσπότης, ἐλεήσει τοὺς ταῖς συμφοραῖς ταύταις περιπεσόντας. ιαʹ. «Τότε γὰρ, φησὶ, μεταβαλεῖ τὸ πνεῦμα αὑτοῦ, καὶ διελεύσεται, καὶ ἐξιλάσεται.» Εἰς οἶκτον γὰρ μεταβαλὼν τὴν ὀργὴν ἵλεως ἔσται, καὶ σβέσει τὰ λυπηρά. Διὸ λίαν ἐκπλαγεὶς ὁ προφήτης τὴν θείαν φιλανθρωπίαν, ἐβόησεν· «Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου.» Σοὶ γὰρ μόνῳ πρόσεστιν, ὦ Δέσποτα, δύναμις, καὶ κολάζειν ὡς βούλει, καὶ μεταβάλλειν τὴν τιμωρίαν εἰς ἔλεον. ιβʹ. «Οὐχὶ σὺ ἀπ' ἀρχῆς, Κύριε, ὁ Θεός μου ὁ ἅγιος, καὶ οὐ μὴ ἀποθάνωμεν;» Σὲ γὰρ ἄνωθεν Δεσπότην καὶ Θεὸν ἐγνωκότες, καὶ τῶν ὄντων ἁπάντων ὑπέρτερον, τῆς παρὰ σοῦ σωτηρίας τυγχάνομεν.» Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.» Εἰς τοῦτό με, φησὶν, ἄνωθεν εἰς τὸ εἶναι παρήγαγες, ὥστε καὶ τοὺς ἁμαρτάνοντας διελέγχειν, καὶ τὰς ἐπιφερομένας προλέγειν παιδείας. ιγʹ, ιδʹ. «Καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιωπήσεις ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον;» Τὴν μὲν οὖν ἐν τῷ προοιμίῳ κειμένην ἐπαπόρησιν διὰ τοὺς ἐν τῇ Ἱερουσαλὴμ παρανομοῦντας τέθεικε, προθεσπίσας δὲ τὴν διὰ τῶν Χαλδαίων ἐπαχθησομένην αὐτοῖς τιμωρίαν, καὶ εἰδὼς ὡς καὶ περὶ τούτου πολλοῖς τεχθήσεται ζήτησις, ἀνθ' ὅτου τοῖς πονηροτάτοις τοὺς μείζονα πταίσαντας παραδέδωκε, τὰ νῦν εἰρημένα τέθεικεν, οὐχ ὡς αὐτὸς τὴν θείαν περιεργαζόμενος πρόνοιαν, (πῶς γὰρ ὅγε εἰς ἔλεγχον τῶν ἄλλων διαπλασθῆναι φήσας;) ἀλλὰ τῶν τὰ τοιαῦτα ζητούντων τοὺς λογισμοὺς διαγράψας. Καί φησιν· Ὅτι πᾶσαν βδελύττῃ πονηρίαν, ἐπίσταμαι· δικαιοσύνης γὰρ ὑπάρχεις πηγή· ἐφίεμαι δὲ μαθεῖν, τί δήποτε τοὺς ἀλαζόνας καὶ ἀναλγησίαν νοσοῦντας, εὐπράττειν ἐᾷς, καὶ περιορᾷς ὑπὸ τῶν δυσσεβούντων τοὺς οὐ τοιούτους ἀδικουμένους. Τὸν γὰρ δίκαιον ἐνταῦθα οὐ τὸν ἐν ἅπασι δίκαιον κέκληκεν, ἀλλὰ κατὰ σύγκρισιν τὸν τοῦ ἀδικοῦντος δικαιότερον. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμαχος, καὶ Θεοδοτίων ἡρμηνεύκασι· «Παρασιωπᾷς καταπίνοντος ἀσεβοῦς τὸν δικαιότερον αὐτοῦ.» Οὕτω δὲ καὶ τούτων γιγνομένων, οὐδὲν διοίσει τῶν ἀνθρώπων ἡ φύσις, τῶν ἐν τοῖς ὕδασι διαιτωμένων ἀλόγων, ἃ οὔτε νομοθέτας, οὔτε κριτὰς ἔχουσιν· ἀλλ' εἰς βορὰν τοῖς δυνατωτέροις οἱ ἀσθενέστεροι πρόκεινται. Κατὰ τούτους γὰρ καὶ οὗτος κακῶς τῇ δυναστείᾳ χρώμενος. Λέγει δὲ τὸν Βαβυλώνιον. ιεʹ, ιϛʹ. «Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν αὐτὸν, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ αὑτοῦ,