Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1832
Not analysed yet
εἰς πέλαγος πολὺς ἦχος καὶ ψόφος ἀποτελεῖται, τῶν θαλαττίων κυμάτων εἰργόντων, καὶ ἐπεχόντων τὴν εἰσβολήν· οὕτως τῶν θείων ἀποστόλων τὰ ἔθνη περινοστούντων, καὶ τὸ σωτήριον διαπορθμευόντων κήρυγμα, θόρυβοι κατ' αὐτῶν ἐκινοῦντο, καὶ στάσεις τῶν ἀπίστων ἀντιλεγόντων, καὶ σβεννύναι πειρωμένων τῆς διδασκαλίας τὴν φλόγα. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει. Ἐν Ἐφέσῳ μὲν γὰρ Δημήτριος ὁ ἀργυροκόπος τὴν κατὰ τῶν ἀποστόλων ἐκίνησε ταραχήν· ἐν Κορίνθῳ δὲ ἕτεροι ἐβόων· «Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν.» Ἐν Ἱεροσολύμοις δὲ οἱ Ἰουδαῖοι πᾶσαν τὴν πόλιν κατὰ τοῦ θεσπεσίου Παύλου κινήσαντες, Ῥωμαίοις, τὸ τελευταῖον, παρέδοσαν. Καὶ ἄλλα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν «Εἰς φῶς βολίδες σου πορεύσονται· εἰς φέγγος ἀστραπῆς ὅπλων σου. (ιβʹ.) Ἐν ἀπειλῇ συμπατήσεις γῆν, καὶ ἐν θυμῷ πατάξεις ἔθνη.» Καὶ τούτων γινομένων εἰς τοὺς ἀπὸ σοῦ πεμφθέντας τοῖς ἔθνεσι κήρυκας, μακροθυμεῖς, φησὶν, ἄῤῥητον μὲν ἔχων τὴν δύναμιν, ὅπλων δὲ κολαστικῶν παντοδαπῶν εὐπορῶν, καὶ διὰ μόνης ἀπειλῆς τὴν σύμπασαν γῆν μετὰ τῶν οἰκητόρων διαφθεῖραι δυνάμενος. Τῇ δὲ μακροθυμίᾳ κέχρησαι ταύτῃ, ἐπειδὴ ιγʹ. «Ἐξῆλθες εἰς σωτηρίαν τοῦ λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου.» Καὶ ταῦτα ἔοικε τοῖς ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἰρημένοις· «Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Χριστοὺς δὲ καλεῖ τοὺς τῆς κλήσεως ἀξιωθέντας, καὶ πιστῶς δεξαμένους τὸ κήρυγμα, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος ἀπολαύσαντας. «Ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.» Τοῖς μὲν οὖν πεπιστευκόσιν ὤρεξας τὴν σωτηρίαν· τοὺς δὲ διὰ τέλους ἠπιστηκότας τῷ θανάτῳ παρέδωκας, περιτεθεικὼς αὐτοῖς τὰ τούτου δεσμά. ιδʹ. «Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὑτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα.» Δήλης δέ σου πᾶσιν ἀνθρώποις τῆς δυνάμεως γενομένης, καὶ οἱ τὰς μεγάλας περικείμενοι δυναστείας ἐν δέει τοσούτῳ γενήσονται, ὡς τοὺς ἐναντίους λόγους μὴ σὺν παῤῥησίᾳ προφέρειν, ἀλλ' ἐν παραβύστῳ καὶ κρύβδην, οὓς εἰκότως ἄν τις παραβάλοι πτωχῷ τινι προφανῶς μεταλαβεῖν οὐ τολμῶντι τροφῆς, ἀλλὰ μεμυκότος τοῦ στόματος ταύτην ἔνδον λεπτύνοντι. ιεʹ. «Καὶ ἐπεβίβασας τοὺς ἵππους σου εἰς θάλασσαν, ταράσσοντας ὕδατα πολλά.» Ἄνω μὲν οὖν τῶν ποταμῶν εἰσβαλλόντων εἰς τὴν θάλασσαν τὴν ζάλην εἶπε γενήσεσθαι· ἐνταῦθα δὲ, οὓς ποταμοὺς προσηγόρευσεν, ἵππους πάλιν ὠνόμασεν· ὧν τὰ