Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1833
Not analysed yet
ἔθνη περιόντων, συνίστατο μὲν τὰ κλυδώνια, διεδέχετο δὲ ταῦτα γαλήνη βαθεῖα. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἶπεν· «Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰκουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὑτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, καὶ νύμφην ἀπὸ τῆς πενθερᾶς αὑτῆς.» Ἐπειδὴ γὰρ συμφώνως ἠσπάζοντο τὴν ἀσέβειαν, τῇ καλῇ διαιρέσει λύει τὴν κακὴν συμφωνίαν, καὶ μετὰ τὴν ἐπαινουμένην διαφωνίαν, τὴν τῆς εὐσεβείας ἐργάζεται σύμπνοιαν. ιϛʹ. «Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου· καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου.» Λογισάμενος ὁ Προφήτης, ἀπὸ τῶν εἰρημένων οἷα συμβήσεται Ἰουδαίοις ἀπιστοῦσι, τῶν ἐθνῶν πιστευόντων, συμπαθείᾳ περὶ τοὺς ὁμοφύλους χρησάμενος, τρέμειν ἔφη, καὶ δεδιέναι τῶν διὰ τῆς προσευχῆς εἰρημένων προῤῥήσεων ἕνεκα. Ἀλλ' ὅμως ἔχω, φησὶ, παραψυχὴν, τὸ μὴ γενέσθαι τῆς ἐκείνων κακοπραγίας αὐτόπτης. «Ἀναπαύσομαι γὰρ ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου.» Πρὸ γὰρ τῆς ἐκβάσεως τῶν προῤῥήσεων τέλος τοῦ βίου δέξομαι, καὶ τῆς τοῦ παρόντος βίου παροικίας ἀπαλλαγήσομαι. ιζʹ. «Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπεν ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις.» Οὐκ ὄψομαι, φησὶν, οὔτε συκῆς ἀκαρπίαν, οὔτε ἐλαίας ἀγονίαν, οὔτε ἄμπελον τῶν βοτρύων ἐστερημένην, οὐδὲ πεδία τῶν ἀσταχύων γυμνὰ, οὐ λιμῷ τὰ κτήνη φθειρόμενα. Καὶ τούτων δὲ ἕκαστον τροπικῶς εἴρηται. Συκῆν μὲν γὰρ τὴν Ἱερουσαλὴμ προσηγόρευσεν· οὕτω γὰρ ἡμᾶς νοεῖν ὁ Κύριος ἐδίδαξε διὰ τῆς παραβολῆς, συκῆν ἄκαρπον ὑποδείξας, ἣν ὁ φυτουργὸς διὰ τὴν ἀκαρπίαν ἐκτεμεῖν ἠβουλήθη· ὁ δὲ γεωργὸς ὀλίγον ἐνδοθῆναι χρόνον ἱκέτευσεν, ὥστε αὐτὴν ἐπιμελείας ἀξιωθεῖσαν, ἢ τὸν καρπὸν ἀποδοῦναι, ἢ πρόῤῥιζον ἀνασπασθῆναι. Ἄμπελον δὲ τὸν λαὸν ἡ θεία Γραφὴ πολλάκις ὠνόμασε· καὶ ἵνα τὰς ἄλλας καταλείπω μαρτυρίας, διὰ Ἡσαΐου φησὶν ὁ Θεός· «Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος Ἰσραήλ ἐστι, καὶ ὁ οἶκος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.» Ἐλαίαν δὲ ἄγονον, τοὺς Φαρισαίους καὶ Σαδδουκαίους οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας, οἳ ἐπὶ τῷ τῆς δικαιοσύνης ὀνόματι βρενθυόμενοι, ἔρημοι τῶν ταύτης ὑπῆρχον καρπῶν. Ὅτι δὲ εἰς εἰκόνα δικαίων αὕτη παραλαμβάνεται, μάρτυς ὁ μέγας Δαβὶδ βοῶν· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία