Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1836
Not analysed yet
κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ μου εἰς τὸν αἰῶνα.» Πεδία δὲ ἄκαρπα τοὺς ὑπὸ τούτοις τελοῦντας προσαγορεύει, πρὸς οὓς καὶ Ἱερεμίας βοᾷ· «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις.» Καὶ πρόβατα δὲ τοὺς ἀρχομένους καλεῖ, οἷς τὸν λιμὸν ἀπειλεῖ. «Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» Βόας δὲ οὐχ ὑπάρχοντας ἐν φάτναις τοὺς ἱερέας λέγει, ὧν ἔρημα μεμένηκε τὰ πάλαι πολυθρύλλητα θυσιαστήρια· καθάπερ γὰρ οἱ βόες γεωργοῦσι τὴν γῆν, οὕτως οἱ ἱερεῖς ἐνεούργουν τοῦ λαοῦ τὰς ψυχὰς, οἷόν τινα τροφὴν παρ' αὐτοῦ κομιζόμενοι τὰ τοῖς θείοις θυσιαστηρίοις καθάπερ τισὶ προσφερόμενα φάτναις. Περὶ τούτων καὶ ὁ μακάριος ἔφη Παῦλος· «Οὐ φιμώσεις βοῦν ἀλοῶντα.» Καὶ πάλιν· «Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται.» Ἀλλ' οὗτοι μὲν τοιαύταις περιπεσοῦνται δυσπραξίαις· ιηʹ, ιθʹ. «Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι· χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.» Εἰ γὰρ καὶ δι' ἐκείνους ἀθυμίας ἐνεπλήσθην καὶ δέους, ἀλλὰ διὰ τὴν τοῦ Θεοῦ μου δόξαν τὴν ἅπασιν ἀνθρώποις δήλην γενησομένην, καὶ γάννυμαι, καὶ εὐφραίνομαι. Ὑπερείσει γάρ μου τῆς φύσεως τὴν ἀσθένειαν, καὶ δίκην ἐλάφου τοὺς ὄφεις, καὶ τοὺς σκορπίους, καὶ τὰ πνευματικὰ τῆς πονηρίας παρασκευάσει πατεῖν, ἕως ἂν τοῦ ὕψους τῆς ἀρετῆς ἐφικόμενος, τὸν ἐπινίκιον ὕμνον ᾄσω τῷ Σωτῆρι καὶ Ποιητῇ. Οἶδα μὲν οὖν, ὥς τινες ἅπασαν τὴν τοῦ Ἀμβακοὺμ προσευχὴν ἱστορικῶς νενοηκότες, περὶ τῆς ἐκ Βαβυλῶνος ἐπανόδου ἔφασαν τὸν Προφήτην ταῦτα προειρηκέναι· ἐγὼ δὲ, εἰ μὲν καὶ τυπικῶς ἐπ' ἐκείνοις τις ταῦτα προειρῆσθαι βούλεται, οὐ διενεχθήσομαι· τοῖς γὰρ ὑφ' ἡμῶν ἑρμηνευθεῖσι συμβαίνει καὶ ἡ τοιαύτη διάνοια, εἴπερ ἀληθῶς τύπος ἐναργὴς τῶν νέων τὰ παλαιά. Ἄτοπον δὲ ᾠήθην, τῆς ἀληθείας κρατούσης, καὶ τῆς σκιᾶς ὑπὸ τοῦ σώματος καλυφθείσης, εἰς ἕτερα τὴν προφητείαν λαβεῖν, μηδὲ παντελῶς ἐκείνοις ἁρμόττουσαν. Εἰ δέ τις ἀκριβῶς μαθεῖν ἐθέλει, ἐρευνησάτω τὴν προφητείαν, καὶ ὄψεται αὐτῆς τὰ πλεῖστα μηδαμῶς τοῖς τύποις ἁρμόττοντα· ἀλλὰ περὶ μὲν τούτων ᾗ βούλεταί τις κρινέτω· ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας παρακαλῶ, τὴν ἐκ τῶν ἡρμηνευμένων ὠφέλειαν συλλέξαι, καὶ ὑπὸ τῆς θείας βοηθουμένους δυνάμεως τὸν δρόμον τελέσαι, καὶ τῶν νικηφόρων ἐπιθυμῆσαι στεφάνων, ὧν χορηγὸς ὁ Δεσπότης Χριστὸς, ᾧ πρέπει δόξα πᾶσα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.