Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1845
Not analysed yet
ται ὡς τυφλοί.» Εἶτα τὴν αἰτίαν· «Ὅτι τῷ Κυρίω ἐξήμαρτον, καὶ ἐκχεῶ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν, ὡς βόλβιτα.» Ἀντὶ τοῦ, οὐδὲ τῶν νενομισμένων ἀξιωθήσονται, οὐδὲ ταφῆς τεύξονται. ιηʹ. «Καὶ τὸ ἀργύριον, καὶ τὸ χρυσίον αὐτῶν, οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου, ὅτι ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ· διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.» Ἀνόνητος, φησὶν, ἔσται καὶ τοῖς πλουσίοις ὁ πλοῦτος· ἀπαλλαγῆς γὰρ τῶν κακῶν διὰ τῶν χρημάτων οὐ τεύξονται, ἀλλ' ὑπὸ τῆς θείας ὀργῆς οἷον ὑπό τινος πυρὸς καταναλωθήσονται, ἥτις σύντομον ἐποίσει τοῖς τήνδε τὴν γῆν κατοικοῦσι τὸν ὄλεθρον. Οὕτως ἀπειλήσας τὰ σκυθρωπὰ, μεταμελείας αὐτοῖς προσφέρει παραίνεσιν. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. «Συνάχθητε, καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον. Πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον ἡμέρας, πρὸ τοῦ ἐπελθεῖν ἐφ' ὑμᾶς ὀργὴν θυμοῦ Κυρίου.» Τινὲς τὸ χωρίον μὴ νενοηκότες, τὸ συνδέθητε, συνδεήθητε τεθείκασι· τὰ δὲ πλεῖστα τῶν ἀντιγράφων, συνδέθητε ἔχει. Αἰνίττεται δὲ ὁ λόγος τὴν διὰ φαρμάκων καὶ καταδέσμων ἴασιν τροπικῶς νοουμένην· τοῦτο γὰρ καὶ παρὰ τῷ θεσπεσίῳ Ἡσαΐᾳ εὑρίσκομεν· τὸ ἀνίατον γὰρ τῶν Ἰουδαϊκῶν ὑποδεικνὺς τραυμάτων βοᾷ· «Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους.» Συνδέθητε τοίνυν, φησὶ, τοῖς τῆς μεταμελείας φαρμάκοις τε καὶ ἐπιδέσμοις, ὦ τῶν ἀγαθῶν ἀμαθεῖς καὶ ἀπαίδευτοι, καὶ προφθάσατε τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἄνθεσιν ἐαρινοῖς παραπλησίως διαῤῥεύσητε, τῆς θείας ὑμῖν ἐπερχομένης ὀργῆς. γʹ. «Ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς.» Ἀποβλέψατε, φησὶν, εἰς τὴν τῆς φύσεως εὐτέλειαν, καὶ εἰς τὸν χοῦν τὸν προπάτορα, καὶ τὸν πλάστην ἐπιζητήσατε τὸν τοσούτοις ὑμᾶς ἀγαθοῖς ἐπικλύσαντα. Εἶτα καὶ τῆς τοῦ Θεοῦ ζητήσεως τὸν τρόπον διδάσκει. «Κρῖμα ἐργάζεσθε, καὶ ζητήσατε δικαιοσύνην· ζητήσατε πραότητα καὶ ἀποκρίνασθε αὐτά.» Ὀρθότητος, φησὶ, καὶ δικαιοσύνης ἀντέχεσθε, καὶ τὸν ἐπιεικῆ καὶ μέτριον ἀσπάζεσθε βίον· καὶ σύνθεσθε διὰ τέλους ταῦτα διώκειν. Τοῦτο γὰρ σημαίνει, «Καὶ ἀποκρίνασθε αὐτά.» Εἶτα τούτων ἀποδείκνυσι τὸν καρπόν. «Ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. (δʹ.) Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.» Ὑμεῖς γὰρ εἰ τῇ προῤῥηθείσῃ χρήσησθε μετανοίᾳ, τῆς σωτηρίας ἀπολαύσεσθε, αἱ δὲ ἀλλόφυλοι πόλεις τὰ προλεχθέντα πείσονται.