Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1848
Not analysed yet
εʹ, ϛʹ. «Οὐαὶ, οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν. λόγος Κυρίου ἐφ' ὑμᾶς, Χαναὰν, γῆ Ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας. Καὶ ἔσται Κρήτη νομὴ ποιμνίων, καὶ μάνδρα προβάτων.» Σχοίνισμα τῆς θαλάσσης τὴν παραλίαν καλεῖ· σχοίνισμα γὰρ ὁ κλῆρος ὑπὸ τῆς θείας καλεῖται Γραφῆς, παρὰ τὸ σχοινίῳ μετρεῖσθαι τὴν γῆν, καὶ ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμεσθαι. Ἐπειδὴ τοίνυν καὶ τοὺς Ἀλλοφύλους, ἐκ τοῦ Χαναὰν τὸ γένος κατάγοντας, ἐν τῇ παραλίῳ κατέλιπεν ὁ Θεὸς, οἷόν τινα κλῆρον ταύτην αὐτοῖς ἀπονείμας τὴν γῆν, σχοίνισμα θαλάσσης αὐτοὺς προσηγόρευσε. Παροίκους δὲ Κρητῶν ἀντὶ τοῦ ἀποίκους τέθεικεν. Ὡς ἐν παραθαλασσίοις γὰρ πόλεσιν, εἰκός τινας ἀπὸ Κρήτης ἀφικέσθαι, καὶ κατοικῆσαι. Καὶ Χαναὰν τοίνυν, καὶ σχοίνισμα θαλάσσης, καὶ Κρήτην, καὶ παροίκους Κρητῶν, τὰ παραθαλάσσια τῆς Παλαιστίνης ὠνόμασε χωρία, οἷς ἐρημίαν ἠπείλησε. ζʹ. «Καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ' αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος· δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπισκέπτεται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν.» Ταῦτα μετὰ τὴν ἐπάνοδον πέρατος ἔτυχεν. Εὑρίσκομεν γὰρ καὶ ἐν τοῖς Μακκαβαϊκοῖς, καὶ Ἰωνάθην, καὶ Σίμωνα, καὶ Γάζης, καὶ Ἀσκάλωνος, καὶ Πτολεμαΐδος περιγενομένους, καὶ ὑπὸ τὴν οἰκείαν αὐτὰς ἡγεμονίαν πεποιηκότας. Τὸ δὲ ἀκριβὲς καὶ ἀναντίῤῥητον τέλος τῆς προφητείας ἔστιν ἰδεῖν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα. Οὗτοι γὰρ ἐξ Ἰουδαίων ὁρμώμενοι, δείλης ἐν ταύταις κατέλυσαν ταῖς πόλεσι· τουτέστι. πρὸ τῆς ἑσπέρας τῆς συντελείας, τοῦ Θεοῦ τῶν ὅλων ἐπισκεψαμένου τὰ ἔθνη, καὶ τῆς πικρᾶς αὐτὰ δουλείας τε καὶ αἰχμαλωσίας ἐλευθερώσαντος. Ἐντεῦθεν κατὰ Μωαβιτῶν καὶ Ἀμμανιτῶν ἐκφέρει τὴν ψῆφον· οὗτοι γὰρ συγγενεῖς ὄντες τοῦ Ἰσραὴλ, καὶ ἐκ τοῦ Λὼτ τὸ γένος κατάγοντες, ἐφήδοντό τε ταῖς συμφοραῖς, καὶ βλασφημίαις κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐχρῶντο, ὡς μηδεμιᾶς Ἰουδαίοις παρ' αὐτοῦ βοηθείας παρασχεθείσης. Διό φησιν ὁ Θεός· ηʹ—ιʹ. «Ἤκουσα ὀνειδισμοὺς Μωὰβ, καὶ κονδυλισμοὺς υἱῶν Ἀμμὼν, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου, καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. Διὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελικμημένη, ὡς θημωνία ἅλωνος, καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς. Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν· διότι ὠνείδισαν, καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν λαὸν Κυρίου παντοκράτορος.» Βασιλέας εἶχον καὶ Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ ἡ Δαμασκὸς πάσης ἐβασίλευσε