Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1861
Not analysed yet
δαίων δορυαλώτοις ἐκήρυξε, καὶ τοῖς βουλομένοις ἐπέτρεψε τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὸν θεῖον ἀνεγεῖραι νεών. Καὶ δὴ καταπεισθέντες ὅσοι τοῖς προφητικοῖς ἐνετράφησαν λόγοις, καὶ τὴν προτεθεσπισμένην ἀνάκλησιν ᾔδεισαν, ἐπανῆλθον προθύμως, καὶ τὴν Ἱερουσαλὴμ οἰκήσαντες, ἐπειράθησαν οἰκοδομῆσαι τὸν θεῖον νεών· εἰρχθέντες δὲ ὑπό τε τῶν ἀστυγειτόνων ἀλλοφύλων, καὶ ὑπὸ Καμβύσου τοῦ Κύρου υἱέος, ὃς τοῖς ἐκείνων ὑπαχθεὶς λόγοις, τἀναντία τῷ γεγεννηκότι προσέταξεν, ἡσυχίαν ἀγαγεῖν ἠναγκάσθησαν. Χρόνου δὲ συχνοῦ διελθόντος, βασιλεύει μὲν ὁ Ὑστάσπου Δαρεῖος· δείμασθαι δὲ τὸν θεῖον κελεύει νεὼν, ὥσπερ ὁ Κύρος. Οἱ δὲ ἤρξαντο μὲν τῆς οἰκοδομίας ἐν τῷ δευτέρῳ ἔτει τῆς ἐκείνου βασιλείας, τῷ ἕκτῳ δὲ τούτου συνεπλήρωσαν. Τούτου χάριν καὶ οἱ Φαρισαῖοι πρὸς τὸν Κύριον ἔλεγον· «Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» Ἀρξάμενοι γὰρ οἰκοδομεῖν ἐπὶ Κύρου διεκωλύθησαν· εἶτα Κύρου καὶ Καμβύσου, καὶ τῶν μετὰ τούτους βασιλευσάντων Μάγων τελευτησάντων, ἐν τῷ ἕκτῳ ἔτει τῆς βασιλείας Δαρείου τὸ προσῆκον ἡ οἰκοδομία τέλος ἐδέξατο. Ἐπὶ τούτου τῆς προφητικῆς ἠξιώθη χάριτος ὁ θεσπέσιος Ἀγγαῖος· καὶ τῇ τούτου γλώττῃ χρώμενος ὁ τῶν ὅλων Θεὸς, αἰτιᾶται μὲν Ἰουδαίους, ὡς ὄκνῳ περὶ τὴν οἰκοδομίαν χρωμένους, παρακελεύεται δὲ τῷ Ζοροβάβελ δημαγωγῷ κατ' ἐκεῖνον τυγχάνοντι τὸν καιρὸν, καὶ Ἰησοῦ τῷ ἀρχιερεῖ, ἅψασθαι τῆς οἰκοδομίας εὐθέως· καὶ ὑπισχνεῖται πλῆθος ὅτι πλείστων ἐθνῶν μετὰ πολλῆς ἀθροίσειν εὐπορίας χρημάτων, κἀκεῖ πάντας παραδώσειν θανάτῳ, καὶ τὸν ἐκείνων πλοῦτον εἰς τὰ τῆς οἰκοδομίας αὐτῆς δαπανήματα χορηγήσειν. Αὕτη μὲν οὖν ἡ τῆσδε τῆς προφητείας ὑπόθεσις· ἀκριβέστερον δὲ ταύτης τὸν νοῦν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας εἰσόμεθα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. «Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων·» Πρὸ μὲν τῆς αἰχμαλωσίας, τῶν τοῦ Ἰούδα καὶ τοῦ Ἰσραὴλ βασιλέων ἐπέγραφον οἱ προφῆται τοὺς χρόνους· μετὰ δὲ τὴν ἐπάνοδον, ὡς ἀβασιλεύτων Ἰουδαίων μεμενηκότων, τοῦ Περσῶν βασιλέως ὁ μακάριος Ἀγγαῖος τὸν χρόνον προτίθησι. Μέμνηται δὲ οὐχὶ ἔτους μόνον, ἀλλὰ καὶ μηνὸς, καὶ ἡμέρας· δεῖξαι βουλόμενος οὐ μόνον τῆς οἰκοδομίας τὸ σύντομον, ἀλλὰ καὶ τῆς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τοῖς οἰκοδομοῦσι παρασχεθείσης εὐλογίας τὴν ἄφθονον