Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1864
Not analysed yet
φιλοτιμίαν. Κελεύει γὰρ αὐτοῖς μετ' ὀλίγα παρεξετάσαι, τά τε πρὸ τῆς οἰκοδομίας, καὶ τὰ μετὰ ταῦτα, καὶ διὰ τῆς πείρας μαθεῖν ἐν ὅσῃ μὲν ἦσαν σπάνει τῶν ἀναγκαίων ἀναβαλλόμενοι τοῦ νεὼ τὴν ἐπιμέλειαν· ὅσων δὲ ἀπέλαυσαν ἀγαθῶν ταύτην ἀναδεξάμενοι τὴν σπουδήν. Τὸ δὲ, Ἐν χειρὶ τοῦ προφήτου, δι' Ἀγγαίου νοήσωμεν. «Εἰπὸν πρὸς Ζοροβάβελ, τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν, τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, λέγων· (εʹ—δʹ.) Τάδε λέγει Κύριος παντοκράτωρ· Ὁ λαὸς οὗτος λέγουσιν· Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου. Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου. λέγων· Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;» Ἱερέα μέγαν τὸν ἀρχιερέα καλεῖν ἔθος τῇ θείᾳ Γραφῇ. Ἀρχιερεῖ τοίνυν ὄντι τῷ Ἰησοῦ, καὶ τῷ Ζοροβάβελ δημαγωγοῦντι, οἷόν τισι κριταῖς ὁ Θεὸς κεχρημένος, τὴν τοῦ λαοῦ διὰ τοῦ Προφήτου ποιεῖται κατηγορίαν. Ὁρᾶτε γὰρ, φησὶν, ὅσης μὲν καὶ ὁποίας ἐπιμελείας τὰς σφετέρας οἰκίας ἀξιοῦσιν· οὐ γὰρ μόνον οἰκοδομοῦσιν, ἀλλὰ καὶ καλλωπίζουσι ταύτας· τὸν δὲ θεῖον οἶκον, δι' οὗ κοινῆς σωτηρίας ἀπολαύουσι πάντες, οἰκοδομεῖν οὐκ ἐθέλουσιν, ἀνεπιτήδειον εἰς οἰκοδομίαν διαβεβαιούμενοι τὸν καιρόν. εʹ. «Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν.» Ὀρθῷ χρήσασθε λογισμῷ, καὶ γένεσθε κριταὶ δίκαιοι τῶν ὑμετέρων ἐπιτηδευμάτων, καὶ μάθετε τῆς περὶ τὰ θεῖα σπουδῆς τε καὶ ῥᾳθυμίας τὸ διάφορον ὅσον. Εἶτα λέγει, ὅτι πολὺν καταβαλλόμενοι σπόρον, ὀλίγιστον καρπὸν ἐκομίσαντο, ὡς ἀεὶ καὶ πεινῇν, καὶ διψῇν, καὶ κόρου μηδαμῶς ἀπολαύειν, ἀλλ' ἐν πενίᾳ καὶ ταλαιπωρίᾳ διάγειν, ὡς καὶ αὐτῆς τῶν περιβολαίων σπανίζειν τῆς χρείας. «Περιεβάλεσθε γὰρ, φησὶ, καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων, συνήγαγεν εἰς ἀπόδεσμον τετρυπημένον.» Πρὸς γὰρ αὐτοῖς τοῖς κεκτημένοις, καὶ οἱ ἀποχειροβίωτοι μισθαρνεῖν εἰωθότες, καὶ τὸν μισθὸν συναθροίζειν, οὐδὲν τῶν πολλῶν ἀπώναντο πόνων, τῶν ἀθροιζομένων σκεδαννυμένων. Εἶτα πάλιν αὐτοῖς παρακελεύεται σώφρονι χρήσασθαι λογισμῷ, καὶ πάντων προελέσθαι τοῦ θείου ναοῦ τὴν ἐπιμέλειαν, καὶ τὰς ἀμφιλαφεῖς καταλαβεῖν κορυφὰς, καὶ τὰ ἁρμόδια τῇ οἰκοδομίᾳ ξύλα τεμεῖν· ὑπισχνούμενος συνεργήσειν, καὶ περιβλέπτους καταστήσειν. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῆς προτέρας ἐνδείας, ἵνα μάθωσιν οἷα τῆς ῥᾳθυμίας τὰ ἐπίχειρα. θʹ. «Ἐβλέψατε γὰρ εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά.» Πολλοὺς δρέψασθαι καρποὺς προσδοκήσαντες τῆς