Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1865
Not analysed yet
ἐλπίδος ἐψεύσθητε, καὶ ὀλίγα δὲ συναθροίσαντες οὐδὲ τούτων ἀπελαύσατε· καὶ ἐξ αὐτῶν γὰρ αὐτὰ τῶν δοχείων ἐσκέδασα. «Διὰ τοῦτο λέγει Κύριος παντοκράτωρ· Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὑτοῦ. (ιʹ, ιαʹ.) Διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ στελεῖται τὰ ἐκφόρια αὑτῆς ἐφ' ὑμᾶς. Καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν, καὶ ἐπὶ τὰ ὄρη, καὶ ἐπὶ τὸν σῖτον, καὶ ἐπὶ τὸ ἔλαιον, καὶ ἐπὶ πάντα ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.» Ὥσπερ γὰρ ὑμεῖς τῆς ἐμῆς ἀμελεῖτε θεραπείας, καὶ τῶν οἰκιῶν δὲ τῶν ὑμετέρων πολλὴν ποιεῖσθε κηδεμονίαν· οὕτως κἀγὼ πεδήσω μὲν τῶν νεφῶν τὰς ὠδῖνας, ἄγονον δὲ κελεύσω γενέσθαι τὴν γῆν· τὴν δὲ κολαστικὴν δύναμιν, καθάπερ τινὰ ῥομφαίαν, οὐ μόνον κατὰ τῶν τῆς γῆς ἐπάξω καρπῶν, ἀλλὰ καὶ κατὰ τῶν ἐργαζομένων ταύτην ἀνθρώπων· κοινωνήσει δὲ αὐτοῖς τῆς τιμωρίας καὶ τὰ εἰς τὴν τούτων ὑπουργίαν γεγενημένα κτήνη. Ταῦτα δὲ ὁ τῶν ὅλων Θεὸς ἀπειλεῖ ποιήσειν, διὰ τὴν περὶ τὸν θεῖον οἶκον ἀμέλειαν, οὐχ ὡς ἐκείνου δεόμενος· οὔτε γὰρ οὐρανοῦ δεῖται τῶν ὅλων ὁ ποιητὴς, πάντα δὲ διὰ φιλανθρωπίαν ἐδημιούργησε μόνην· ἀλλὰ καὶ αὐτῶν ἐκείνων ἐπιμελούμενος, καὶ τῆς σωτηρίας αὐτῶν προμηθούμενος, τὸν νεὼν οἰκοδομηθῆναι κελεύει, ἵν' ἐν ἐκείνῳ τὸν νόμον πληροῦντες, τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσωνται, καὶ τὴν νομικὴν λατρείαν ἕως τῆς τοῦ κληρονόμου παρουσίας, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐπιτελεῖσθαι βουλόμενος· μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, τῆς Καινῆς Διαθήκης ἀναφανείσης, ἔλαβε τέλος ἡ Παλαιὰ, καὶ ὁ παιδαγωγὸς νόμος τὸν σοφώτατον ἡμῖν ὑποδείξας Διδάσκαλον ὑπεχώρησεν, ὡς οὐκέτι τῶν ὑπ' αὐτοῦ παιδαγωγηθέντων τῆς στοιχειώδους εἰσαγωγῆς αὐτοῦ δεομένων. Ἀλλ' ἡμεῖς εἰς τὴν ἀκολουθίαν ἐπανέλθωμεν τῆς προφητείας ταύτης. Ἀκούσαντες τῆς ἀπειλῆς ὅ τε Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ ἀρχιερεὺς, καὶ ὁ ὑπὸ τούτων ποιμαινόμενος λεὼς, δέους μὲν ἐπλήσθησαν, εἶξαν δὲ τοῖς ὑπὸ τοῦ προφήτου τεθεσπισμένοις· παραυτίκα δὲ ὁ φιλάνθρωπος Δεσπότης, τὸ εὐπειθὲς αὐτῶν θεασάμενος, διὰ τοῦ προφήτου βοᾷ· «Ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος.» Θαῤῥεῖτε, φησὶν, ὡς συνεργόν με καὶ βοηθὸν ἔχοντες. ιδʹ. «Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ, τοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον, καὶ ἐποίουν τὰ ἔργα ἐπὶ τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὑτῶν. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ. «Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου.» Ἐντεῦθεν σαφῶς μεμαθήκαμεν, ὡς εὐθὺς προαιρού-