Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1885
Not analysed yet
τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν.» Λέγει τοίνυν ὅτι αἱ ἀόρατοι δυνάμεις ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων προσετάχθησαν κατ' ἀλλήλων ἐγεῖραι καὶ παροξῦναι ταῦτα τὰ ἔθνη, ὥστε δι' ἀλλήλων δοῦναι δίκας ὧν κατὰ τοῦ Ἰσραὴλ ἐπλημμέλησαν. Τοῦτο γὰρ παρεδήλωσε· «Τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὑτῶν.» Τέσσαρα δὲ λέγει, οὐκ ἐθνῶν τινων ἀριθμὸν δηλῶν, ἀλλ' ἐπειδὴ τέσσαρα τῆς οἰκουμένης τὰ τμήματα, τὸ ἑῷον, τὸ ἑσπέριον, τὸ νότιον, τὸ βόρειον· ἐπῆλθον δὲ αὐτοῖς οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν· ποτὲ μὲν Ἀσσύριοι, καὶ Βαβυλώνιοι· ποτὲ δὲ ἀλλόφυλοι, καὶ Αἰγύπτιοι· ἄλλοτε δὲ Ἰδουμαῖοι, καὶ Μωαβῖται, καὶ Ἀμμανῖται· τέσσαρα κέρατα τοὺς ἐκ τῶν τεσσάρων τμημάτων αὐτοῖς ἐπελθόντας προσηγόρευσε. Τούτοις ἰσαρίθμους ἐπέστησεν ἀοράτους δυνάμεις, κατ' ἀλλήλων αὐτοὺς διεγειρούσας, ἵν' ὑπ' ἀλλήλων εἰσπραχθῶσιν ὧν ἐτόλμησαν δίκας. ΚΕΦΑΛΑΙΟΝ Βʹ. Ἀλλὰ γὰρ αὖθις εἰς ἑτέραν θεωρίαν τὴν διήγησιν μετατίθησι, καί φησι τεθεᾶσθαι ἄνδρα σχοινίον ἐπιφερόμενον γεωμετρικόν· εἶτα ἐρέσθαι αὐτὸν ὅποι πορεύεται· κἀκεῖνον φάναι, ὅτι τὴν Ἱερουσαλὴμ διαμετρήσων ἄπεισιν, ὥστε μαθεῖν ὁπόσον αὐτῆς τό τε μῆκός ἐστι, καὶ τὸ εὖρος. Προστίθησι δὲ καὶ ταῦτα τῷ διηγήματι, ὅτι ὁ ἄγγελος ἐκεῖνος ὁ τούτους ἐνηχῶν αὐτῷ τοὺς λόγους εἰστήκει· ἕτερος δὲ πρὸς αὐτὸν ἀφικόμενος ἄγγελος δραμεῖν αὐτῷ παρηγγύησε πρὸς τὸν τὸ μέτρον ἐπιφερόμενον νεανίαν, καὶ εἰπεῖν· «Κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ, ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς. (εʹ.) Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Ὅρα γὰρ, φησὶ, μὴ σμικρύνῃς τὰ τῆς πόλεως μέτρα, ἀλλὰ παρ' ἐμοῦ τοῦ σοῦ καὶ ταύτης Δεσπότου μανθάνων, ὡς πλεῖστον ὅσον αὐτὴν πλῆθος καὶ ἀνθρώπων καὶ τετραπόδων οἰκήσει, διάγραψον ἀναλογοῦν τῷ πλήθει τῶν οἰκητόρων τὸ μέγεθος. Πρὸς γὰρ τούτοις κἀγὼ αὐτῇ διὰ τῆς ἐμῆς χάριτος τεῖχος ἄμαχόν τε καὶ ἀνυπέρβατον ἔσομαι. Τοῦτο γὰρ ἐκάλεσε τεῖχος πυρός. Καθάπερ γὰρ πυρὰν μεγίστην ὑπερβῆναι τῶν ἀδυνάτων· οὕτως ἀδύνατον ἡττηθῆναι τὸν ὑπὸ τῆς θείας φρουρούμενον χάριτος. Οὐ μόνον δὲ αὐτῇ πᾶσαν ἀσφάλειαν χορηγήσω, ἀλλὰ καὶ περίβλεπτον αὐτὴν ἀποφανῶ, ὥστε αὐτῆς πάντοσε διαδραμεῖν τὸ κλέος. Ταῦτα δὲ ἅπαντα ὁ προφήτης ἑώρα, καὶ τοῦ προστατεύοντος ἀγγέλου τὴν κηδεμονίαν, καὶ τῶν ἄλλων ἀγγέλων τὸν δρόμον, καὶ τὰ τῆς πόλεως μέτρα, ἵνα καὶ αὐτὸς βεβαίως δέξηται τὰς ἀγαθὰς περὶ τῆς Ἱερουσαλὴμ ὑποσχέσεις, καὶ ὁ λαὸς ἀκριβῶς τοῖς λεγομένοις πιστεύσῃ, οὐ λόγους ἁπλῶς προσφερομένους, ἀλλὰ πράγματα θεωρῶν προτυπούμενα. Εὐθὺς μὲν οὖν ὑποδείξας ἐκεῖνα τῷ προφήτῃ κελεύει βοᾷν· ϛʹ, ζʹ. «Ὢ, ὢ, φεύγετε ἀπὸ γῆς βοῤῥᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος. Εἰς Σιὼν ἀνασώζεσθε,