Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1888
Not analysed yet
οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.» Ταύτας ἔχοντες τὰς ἐπαγγελίας, μὴ μόνον ὑμεῖς οἱ ἤδη ἐπανελθόντες θαῤῥεῖτε, ἀλλὰ καὶ οἱ ἔτι τὴν Βαβυλῶνα κατὰ γνώμην οἰκοῦντες (ἐπιτραπέντες γὰρ ἐπανελθεῖν, ἀνεβάλεσθε)· εἰς τὴν ὑμετέραν ἐλθεῖν ἐπείγεσθε πατρίδα, ἣν εἰς τὴν προτέραν εὐπραξίαν οὐκ εἰς μακρὰν ἐπανάξω. ηʹ, θʹ. «Διότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με.» Τοσαύτης γὰρ ἀπολαύσετε παρὰ τοῦ Θεοῦ τῶν ὅλων κηδεμονίας, ὅτι πάντα τὸν ἡμῖν ἐπὶ τῷ λυπῆσαι πελάζοντα, τῇ τοῦ ὀφθαλμοῦ κόρῃ πελάζειν ὑπολαμβάνει· οὐκ ἐπειδὴ σῶμα περίκειται, καὶ εἰς μέλη διῄρηται· ἀσώματος γὰρ καὶ ἀπερίγραφος ὁ τῶν ὅλων Θεός· ἀλλ' ἣν ἔχει διάθεσιν ἀνθρωπίνως παρεδήλωσε. Ταύτην καὶ ὁ μακάριος Δαβὶδ παρ' αὐτοῦ τὴν κηδεμονίαν αἰτεῖ· «Φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ. Τούτου, φησὶ, χάριν ἅπαντας ἐκείνους τοὺς ληϊσαμένους ὑμᾶς καὶ σκυλεύσαντας τοῖς ὑπηκόοις αὐτῶν ὑποχειρίους ποιήσω· καὶ ταῦτα πείσονται παρ' ἐκείνων, οἷα περὶ ὑμᾶς διέθηκαν· καὶ δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων τὴν τῶν θείων λογίων ἀλήθειαν. Ταῦτα δὲ τυπικῶς ἐκείνοις συνέβη· ἡ δὲ τῆς προφητείας ἀλήθεια ἐφ' ἡμῶν ἀκριβεστέραν ἔσχε τὴν ἔκβασιν. Τοὺς γὰρ σκυλεύσαντας ἡμᾶς δαίμονας, καὶ τὴν ἡμετέραν σφετερισαμένους διάνοιαν, καὶ ἅπαντα ἡμῶν ἐξανδραποδίσαντας τὰ μέλη τοῦ σώματος, καταλύσας ὁ Δεσπότης Χριστὸς ὑποχειρίους τοῖς ἁγίοις αὑτοῦ πεποίηκε δούλοις. Καὶ τοῦτο σαφέστερον διὰ τοῦ θεσπεσίου δεδήλωκεν Ἡσαΐου βοῶν· «Οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ' ὑμῶν· ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην πικρῶς κλαίοντες· ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί.» Οὕτως ἐβόων οἱ δαίμονες· «Ἔα τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ; Ἦλθες, πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Καὶ πάλιν· «Ὁρκίζω σε μή με βασανίσῃς.» Οὕτως ἡ πυθομάντις ἐν Φιλίπποις ἐβόα· «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.» Οὕτω καὶ πρὸ τῶν καλλινίκων μαρτύρων μέχρι καὶ τήμερον βοῶσι, καὶ τὴν ἐκείνων ἄκοντες ἀνακηρύττουσι νίκην, καὶ τὴν οἰκείαν ἀσθένειαν διελέγχουσι. Τούτους τοίνυν τοὺς πάλαι σκυλεύσαντας ἡμᾶς οἷόν τινα σκῦλα τοῖς σκυλευθεῖσι παρέδωκεν ὁ ὀπίσω δόξης ἀποσταλεὶς, ἵνα τὴν παλαιὰν δόξαν, ἣν ἐξαπατηθεὶς ἀπώλεσεν ὁ γενάρχης Ἀδὰμ, ταύτην ἡ φύσις ἡμῶν ἀνακτήσηται, καὶ