Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1889
Not analysed yet
γνῶμεν τὸν εὐεργέτην, καὶ Σωτῆρα τῶν ἡμετέρων ψυχῶν, καὶ τὸν ἀποστείλαντα αὐτὸν διὰ φιλανθρωπίαν Πατέρα. Ἀπεστάλη δὲ, οὐχ ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος· ὡς γὰρ Θεὸς, τοῦ γεγεννηκότος ὁμότιμος. «Ἐγὼ γὰρ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καί· «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» Καί· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καί· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Πέμπεται δὲ ὡς ἄνθρωπος, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν, οὐ τὴν θείαν φύσιν κατασμικρύνων. «Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ὑπέδειξε τοίνυν ἡμῖν ὁ Προφήτης, οὐ μόνον τὴν δυάδα τῶν προσώπων, ἀλλὰ καὶ τὸ ὁμότιμον τῶν προσώπων. «Τάδε γὰρ λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέ με.» Καὶ δεικνὺς τίς ὁ ἀποστείλας, ἐπάγει· «Καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με.» Τοιγαροῦν καὶ ὁ ἀποστείλας Κύριος παντοκράτωρ, καὶ ὁ ἀποσταλεὶς Κύριος παντοκράτωρ, καὶ οὐδεμία ἀξιωμάτων διαφορά. Ἀπεστάλη δὲ, ὡς ἔφην, ἀνθρωπίνως, οὐ θεϊκῶς, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν· καὶ ἀποσταλεὶς δὲ εἶχεν ἐν ἑαυτῷ τὸν πεπομφότα πατέρα· «Ὁ Πατὴρ γάρ μου, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.» Τούτοις ὁ προφήτης ἀκολούθως ἐπάγει· ιʹ, ιαʹ. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Ἀντικρὺς καὶ ταῦτα ἡμῖν ἁρμόζει τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ τῆς σωτηρίας τετυχηκόσιν, οἷς καὶ τὸ χαίρειν καὶ τὸ εὐφραίνεσθαι παρακελεύεται, ὡς ἔνοικον ἐσχηκόσι τὸν τοῦ παντὸς Κύριον. Ἔστι δὲ ἰδεῖν καὶ αὐτὴν τὴν αἰσθητὴν Ἱερουσαλὴμ ὑπὸ τῶν εἰς τὸν Κύριον πεπιστευκότων οἰκουμένην ἐθνῶν. Κἀνταῦθα δὲ ὁμοίως, καὶ τὴν δυάδα τῶν προσώπων, καὶ τὸ ὁμότιμον ἐδιδάχθημεν τῶν προσώπων. «Ἰδοὺ γὰρ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ γνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. (ιβʹ.) Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν, τὴν μερίδα αὑτοῦ ἐπὶ τὴν ἁγίαν γῆν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.» Ἐκ γὰρ τοῦ Ἰούδα τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν ὁ Δεσπότης, καὶ οἰκίαν αὐτὴν ἐποιήσατο μερίδα· καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν· «Πρόδηλον δὲ ὅτι Ἰούδα ἀνατέταλκεν ὁ Κύριος.» Καὶ δεικνὺς ὡς οὐ μόνον τὴν Ἱερουσαλὴμ, ἀλλὰ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν εἰς σωτηρίαν καλεῖ, ἐπάγει·