Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1904
Not analysed yet
καλοὺς μαργαρίτας.» Τὴν δὲ τῆς ἁμαρτίας τιμωρίαν μόλιβδον ἡ ἱερὰ προσαγορεύει Γραφή· φύσει δὲ οὗτος βαρὺς, βαρύτατον δὲ καὶ τὸ τῆς ἁμαρτίας φορτίον. Καὶ τοῦτο ὁ θεῖος ἡμᾶς διδάσκει Δαβίδ· «Αἱ ἀνομίαι μου, λέγων, ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.» Τοιγάρτοι καὶ ὁ θεσπέσιος Ζαχαρίας ὁρᾷ μὲν τὴν ἁμαρτίαν ἐν τύπῳ γυναικὸς φαινομένην· ἐξ ἡδυπαθείας γὰρ τὰ πλείονα τίκτεται τῶν κακῶν. Ὁρᾷ δὲ τὴν τιμωρίαν καθάπερ τινὰ βαρύτατον μόλιβδον τῷ τῆς ἀνομίας ἐπικείμενον στόματι, κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν· «Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὑτῆς. Καρπὸς δὲ τῆς ἁμαρτίας αἰσχύνη.» Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· «Ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ· τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;» Ἐδιδάχθη τοίνυν ὁ προφήτης, ὡς τοῦ λαοῦ τὴν ἁμαρτίαν ἔλυσεν ὁ Θεὸς, καὶ τὴν τιμωρίαν κατέπαυσεν. Ἀμέλει δύο θεωρεῖ γυναῖκας ὑποπτέρους, ῥοίζῳ τινὶ φερομένας· ἔποπος δὲ πτεροῖς, φησὶν, ἐῴκει τὰ τούτων πτερά. Ὀξύτατον δὲ τοῦτο τὸ ὄρνεον, σάρκα μὲν βραχεῖαν ἔχον, πτερὰ δὲ τῆς σαρκὸς μείζονα. Αὗται τοίνυν, φησὶ, λαβοῦσαι τὸ μέτρον ἐκεῖνο, διὰ μέσου τοῦ ἀέρος ἐφέροντο. Ἐγὼ δὲ τὸν θεῖον ἠρόμην ἄγγελον, ποῦ τὸ μέτρον αὗται κομίζουσι· καὶ ἐδιδάχθην ὡς εἰς τὴν Βαβυλῶνα ἀπίασιν, ὥστε αὐτὸ μὴ μόνον ἐπιθεῖναι τῇ πόλει, ἀλλὰ καὶ οἰκίαν αὐτῷ οἰκοδομῆσαι, καὶ θεῖναι αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ. Οὐδὲ γὰρ καθάπερ, φησὶ, τῇ Ἱερουσαλὴμ ῥητὸν ὥρισα χρόνον εἰς ἐρημίαν, εἶτα πάλιν αὐτὴν φειδοῦς ἠξίωσα καὶ συγγνώμης, οὕτω καὶ τῇ Βαβυλῶνι μεταδώσω φιλανθρωπίας· ἀλλὰ διηνεκῆ δέξεται τιμωρίαν ἀντὶ τῆς πολλῆς ἀσεβείας. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. Οὕτω ταύτην συμπεράνας τὴν ὀπτασίαν, ἑτέρας θεωρίας προσφέρει διήγησιν, καὶ λέγει τεθεᾶσθαι ἅρματα τέσσαρα τὸν ἀριθμὸν ἐκ δύο χαλκῶν ὀρέων ἐκπορευόμενα, καὶ τῷ μὲν πρώτῳ ἅρματι ἵππους ἐπεζεῦχθαι πυῤῥοὺς, τῷ δευτέρῳ δὲ μέλανας, καὶ τῷ τρίτῳ λευκοὺς, ποικίλους δὲ καὶ ψαροὺς τῷ τετάρτῳ. Εἶτα καὶ πυθέσθαι λέγει, καὶ μεμαθηκέναι παρὰ τοῦ ἀγγέλου, ὅτι ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, οἳ ἐκπορεύονται παραστῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. Τέσσαρας δὲ ἀνέμους τὰ τέσσαρα τμήματα τῆς οἰκουμένης καλεῖ· ἰσαρίθμους γὰρ οἱ πολλοὶ τούτοις καὶ τοὺς ἀνέμους ὑπολαμβάνουσιν εἶναι. Διδάσκεται τοίνυν ὁ προφήτης, ὡς ταῖς ἀοράτοις δυνάμεσιν ὑπουργοῖς κεχρημένος ὁ τῶν ὅλων Θεὸς καὶ τὰ ἀγαθὰ χορηγεῖ, καὶ τὰ λυπηρὰ τοῖς ἀνθρώποις ἐπάγει. Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Περὶ δὲ τῆς τιμωρίας ἐν ἑτέρῳ ψαλμῷ φησιν· «Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν καὶ ὀργὴν, καὶ