Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1905
Not analysed yet
θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν.» Οὕτω καὶ ὁ θεσπέσιος Ζαχαρίας ὁρᾷ τοὺς μὲν μέλανας ἵππους ἐπὶ τὰ βόρεια μέρη τῆς οἰκουμένης ἐλάσαντας, αἰνίττεται δὲ διὰ τούτου τῆς Βαβυλῶνος τὸν ὄλεθρον. «Καὶ οἱ λευκοὶ δὲ ἐξεπορεύοντο κατόπισθεν αὐτῶν,» οὐχ ἵνα ἐκείνοις χορηγήσωσι τὰ ἀγαθὰ, ἀλλ' ἵνα ἐκείνων κολαζομένων τοὺς ὑπολοίπους τῶν δορυαλώτων Ἑβραίων εἰς τὴν Ἰουδαίαν ἐπαναγάγωσι. «Καὶ οἱ πυῤῥοὶ ἐξεπορεύοντο ἐπὶ γῆν νότου,» ἀπειλοῦντες κακὰ τοῖς ἐπανισταμένοις κατὰ τῆς Ἱερουσαλὴμ ἔθνεσι· διὰ τοῦ πυῤῥοῦ γὰρ χρώματος τὸ θυμοειδὲς ὁ λόγος ᾐνίξατο. ζʹ. «Καὶ οἱ ποικίλοι καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐζήτουν, καὶ ἐπέβλεπον τοῦ περιοδεῦσαι τὴν γῆν· καὶ εἶπε· Πορεύεσθε καὶ περιοδεύσατε τὴν γῆν. Καὶ περιώδευσαν τὴν γῆν.» Γῆν ἐνταῦθα καλεῖ, οὐ τὴν τοῦ Ἰσραὴλ, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην. Ποικίλους δὲ αὐτοὺς λέγει καὶ ψαροὺς, ὡς παντοδαπὰ οἰκονομοῦντας καὶ κολάζοντας οὗ δεῖ, καὶ εὐεργετοῦντας ἔνθα χρή. ηʹ. «Καὶ ἐβόησε, καὶ ἐκάλεσέ με, καὶ ἐλάλησε πρός με, λέγων· Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν Βοῤῥᾶ ἀνέπαυσαν τὸ πνεῦμά μου ἐπὶ γῆν Βοῤῥᾶ.» Δικαίαν γὰρ, φησὶ, τοῖς Βαβυλωνίοις ἐπήγαγον τιμωρίαν, ἣν ἐκ πολλοῦ μὲν ὤφειλον, διὰ δὲ τὴν ἐμὴν μακροθυμίαν οὐκ ἔτισαν. Μετὰ ταύτας τὰς θεωρίας, ὁ προφήτης κελεύεται τὰ κομισθέντα παρὰ τῶν αἰχμαλώτων δῶρα λαβεῖν, ἀλλ' οὐχ ἁπλῶς παρὰ πάντων, ἀλλὰ παρὰ τῶν ἀρχόντων, καὶ παρὰ τῶν χρησίμων αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν. Ὅσοι γὰρ, φησὶν, αἴσθησιν ἔλαβον τῶν κακῶν, καὶ τῆς αἰχμαλωσίας ἔγνωσαν τὴν αἰτίαν, καὶ τὸ ταύτης κατέμαθον χρήσιμον, προσφερέτωσαν τὰ δῶρα. Εἶτα μέμνηται καὶ ὀνομάτων Ἐλδαῒ, καὶ Τωβίου, καὶ Ἰδείου. Κελεύεται δὲ καὶ «εἰς τὸν οἶκον εἰσελθεῖν Ἰωσίου τοῦ Σοφονίου,» τοῦ νῦν ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λαβεῖν ἀργύριον καὶ χρυσίον, καὶ στέφανον ἐκ τούτων κατασκευάσαι, καὶ τὴν τοῦ ἀρχιερέως Ἰησοῦ κεφαλὴν ταινιῶσαι, καὶ τοὺς θείους αὐτῷ λόγους διαπορθμεῦσαι, καὶ εἰπεῖν· ιβʹ, ιγʹ. «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου. Καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὑτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων.» Ταῦτα δὲ ἅπαντα περὶ τοῦ Ζοροβάβελ προαγορεύει, οὐχ ὡς μηδέπω τεχθέντος, ἀλλ' ὡς μηδέπω τὴν ἡγεμονίαν παρειληφότος. Ἀνατολὴν δὲ αὐτὸν ὀνομάζει, ἐπειδὴ δίκην φωτὸς τοῖς τηνικάδε τὴν Ἱερουσαλὴμ οἰκοῦσιν ἀνέτειλεν, ἀωρίᾳ κακῶν καὶ σκοτομήνῃ κατεχομένοις. Τοῦτον λέγει καὶ τὸν θεῖον τελειώσειν οἶκον, καὶ τοῖς βασιλικοῖς ἐνιδρυσθήσεσθαι θρόνοις, καὶ τὸν ἀρχιερέα πάσης ἀξιώσειν τιμῆς, καὶ τοσαύτην πρὸς αὐτὸν σχήσειν ὁμό-