Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1909
Not analysed yet
ὀλοφυρόμενοι καὶ θρηνοῦντες ταύτην ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις ἐπιτελέσητε, ὄφελος οὐδὲν ἐντεῦθεν καρπώσομαι. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς τῆς αἰχμαλωσίας ὁ χρόνος· ἐν ἑβδομήκοντα γὰρ ἔτεσιν οὐδεμίαν μοι διὰ νηστείας προσηνέγκατε θεραπείαν. Ὥσπερ τοίνυν ἐσθίοντες καὶ πίνοντες ὑμεῖς τῆς ἐντεῦθεν ἡδονῆς ἀπολαύετε, οὕτω καὶ τὴν ἀπὸ τῆς νηστείας ὑμεῖς ὠφέλειαν καρποῦσθε. Καὶ μὴ νομίσητε καινὴν εἶναι ταύτην τὴν διδασκαλίαν· πάλαι γὰρ καὶ πρόπαλαι ταῦτα διὰ τῶν προφητῶν τοῖς ὑμετέροις προγόνοις καὶ πατράσι διετέλεσα λέγων. ζʹ. «Οὐχ οὗτοι γὰρ, φησὶν, οἱ λόγοι εἰσὶν, οὓς ἐλάλησε Κύριος ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν; Ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη, καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ, καὶ ἡ πεδινὴ κατῳκεῖτο.» Οὕτω δείξας τὴν τοῦ κηρύγματος ἀρχαιότητα, τίνα τὰ θεραπεύοντα αὐτὸν κατ' εἶδος διδάσκει· «Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ποιεῖτε, ἕκαστος πρὸς τὸν ἀδελφὸν αὑτοῦ. (ιʹ.) Καὶ χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὑτοῦ μὴ μνησικακεῖτε ἐν ταῖς καρδίαις ὑμῶν.» Ἔλεγον, φησὶ, τοῖς ὑμετέροις πατράσι, δικάζοντας ἴσην καὶ δικαίαν ἐκφέρειν τὴν ψῆφον, ἐλέῳ δὲ περὶ τοὺς πέλας κεχρῆσθαι, τὰς δὲ τὸν βαρὺν τῆς χηρείας ἑλκούσας ζυγὸν, καὶ τοὺς ὀρφανίαν ὀδυρομένους, μὴ πιέζειν τῇ δυναστείᾳ, μηδὲ ἀφορμὴν εἰς πλεονεξίαν τὴν τῶν πενήτων λαμβάνειν ἀσθένειαν· πρὸς δὲ τούτοις τὴν μνησικακίαν βδελύττεσθαι, καὶ μὴ ἀμύνεσθαι τοὺς ἄρξαντας ἀδικίας. Ταῦτα ἐγὼ μὲν ἔλεγον· ἐκεῖνοι δὲ ὑπακούειν οὐκ ἤθελον. «Ἀλλ' ἔδωκαν, φησὶ, νῶτον αὑτῶν παραφρονοῦντα.» Καὶ δεχόμενοι μάστιγας ἀναλγησίαν ἐνόσουν. Νῶτον γὰρ παραφρονοῦντα τὴν ἀναισθησίαν ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν μαστιγουμένων οἰκετῶν, καὶ ὄνησιν ἐκεῖθεν μὴ καρπουμένων. «Καὶ τὰ ὦτα αὑτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν. (ιβʹ.) Καὶ τὴν καρδίαν αὑτῶν ἔταξαν ἀπειθῆ, τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τῶν λόγων μου ὧν ἐξαπέσταλκε Κύριος παντοκράτωρ, ἐν Πνεύματι αὑτοῦ, ἐν χερσὶ προφητῶν τῶν ἔμπροσθεν.» Ἀλλὰ τῆς ἀπειθείας ἐδρέψαντο τὸν καρπόν. «Ἐγένετο γὰρ ὀργὴ μεγάλη παρὰ Κυρίου παντοκράτορος. (ιγʹ.) Καὶ ἔσται ὃν τρόπον εἶπον, καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτω κεκράξονται, καὶ οὐ μὴ εἰσακούσω, λέγει Κύριος παντοκράτωρ.» Ἐναλλάττει τὸ σχῆμα τοῦ χρόνου· τὰ γὰρ ἤδη γεγενημένα ὡς μέλλοντα λέγει· τὸ γὰρ, κεκράξονται, ἀντὶ τοῦ ἔκραξαν, καὶ τὸ οὐ μὴ εἰσακούσω, ἀντὶ τοῦ οὐκ ἤκουσα.