Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1912
Not analysed yet
ιδʹ. «Καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, ἃ οὐκ ἔγνωσαν·» ἀντὶ τοῦ ἐξέβαλον. «Καὶ ἡ γῆ ἀφανισθήσεται κατόπισθεν αὐτῶν ἐκ διοδεύοντος, καὶ ἐξ ἀναστρέφοντος·» τουτέστιν, ἠφανίσθη· καὶ δηλοῖ τὰ ἐπαγόμενα. Μετέβαλε γὰρ τὸ σχῆμα, καί φησι· «Καὶ ἔταξαν γῆν ἐπιθυμητὴν εἰς ἀφανισμόν.» Ταῦτα περὶ τῆς τῶν πατέρων αὐτῶν ἀπειθείας τε καὶ τιμωρίας διεξελήλυθεν. Οὔτε γὰρ εἰκὸς ἦν, τοῖς πικρᾶς δουλείας λαβοῦσι τὴν πεῖραν, καὶ ἔναγχος ταύτης ἀπαλλαγεῖσι, καὶ μηδέπω τὴν πόλιν οἰκοδομήσασι, τοιαῦτα πάλιν ἀπειλῆσαι δεινά. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ, βʹ. «Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρός με, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν.» Ταύτην αὐτῇ, φησὶ, τὴν τιμωρίαν ἐπήγαγον, τῆς εἰς ἐμὲ δυσσεβείας ποινὴν εἰσπραττόμενος. Ζῆλον δὲ προσαγορεύει τὴν δικαίαν ὀργήν. Ἐπειδὴ γὰρ ἀνὴρ αὐτῆς ἐχρημάτιζε, καὶ γυναῖκα αὐτὴν ὠνόμαζεν, ἀναγκαίως καὶ τὸ τοῦ ζήλου τοῖς λόγοις προστέθεικεν ὄνομα. Οὕτω γὰρ καὶ ταύτης ἀρξάμενος ἑαυτὸν προσηγόρευσεν· «Ἐγώ εἰμι, λέγων, Κύριος ὁ Θεός σου, ὁ Θεὸς ζηλωτὴς, πῦρ καταναλίσκον.» Οὕτω δείξας τῆς ὀργῆς τὴν αἰτίαν, ὑπισχνεῖται λοιπὸν τὰ ἀγαθά. γʹ. «Τάδε λέγει Κύριος· Ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατοικήσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ κληθήσεται Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος, ὄρος ἅγιον.» Ταῦτα τυπικῶς μετὰ τὴν Ζοροβάβελ οἰκοδομίαν ἐγένετο· τὴν δὲ ἀλήθειαν τῆς προφητείας μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν διέγνωσαν ἅπαντες. Πρὸς τούτοις ὑπισχνεῖται καὶ πλῆθος οἰκητόρων παρέξειν τῇ πόλει, καὶ εἰς γῆρας αὐτοὺς ἐλάσειν βαθὺ, ὥστε καὶ βακτηρίαις σκηριπτομένους κατὰ τὴν ἀγορὰν ἰέναι, καὶ ἐν τοῖς συνήθεσι συλλόγοις καθῆσθαι, καὶ μειρακίων παιζόντων πληροῦσθαι τὰς ἀγυιὰς, ὅπερ ἐν ταῖς πολυανθρώποις εἴωθε γίνεσθαι πόλεσι. Ταῦτα γὰρ ἐδήλωσεν, εἰρηκώς· δʹ, εʹ. «Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὑτοῦ ἔχων ἐν τῇ χειρὶ αὑτοῦ, ἀπὸ πλήθους ἡμερῶν. Καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.» Εἶτα πιστοῦται τοὺς λόγους τὴν οἰκείαν δύναμιν παρέχων ἐχέγγυον. ϛʹ. «Τάδε λέγει Κύριος παντοκράτωρ· Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ.» Ὑμεῖς μὲν γὰρ, φησὶν, εἰς τὴν οἰκείαν ἀφορῶντες ὀλιγότητα καὶ πε-