Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1913
Not analysed yet
νίαν, τῶν ἀγαθῶν τούτων οὐ δέχεσθε τὴν ἐλπίδα. Προσήκει δὲ ὑμᾶς τοῦ ὑποσχομένου τὸ δυνατὸν εἰδότας, ἀνενδοιάστως δέχεσθαι τὰ λεγόμενα, καὶ πιστεύειν ὡς σωτηρίας ἁπάσης τὸν ἐμὸν ἀξιώσω λαὸν, καὶ πάντοθεν αὐτὸν συναθροίσας εἰς τὴν πατρῴαν γῆν ἐπανάξω· κἀγὼ συνήθως ἐν τῇ Ἱερουσαλὴμ ποιήσομαι τὴν ἐμαυτοῦ ἐπιφάνειαν. Τοῦτο γὰρ λέγει· «Κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ.» Καὶ αὐτὸς μὲν ἐμὸς χρηματίσει λαός· ἐγὼ δὲ αὐτοῦ Θεὸς ὀνομασθήσομαι, οὐχ ὥσπερ πάλαι ψευδῶς, ἀλλ' ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. θʹ «Τάδε λέγει Κύριος παντοκράτωρ· Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ' οὗ οἰκοδομεῖται.» Ἔχοντες, φησὶ, τὴν ἀπὸ τῆς ἐμῆς ἐπαγγελίας ψυχαγωγίαν, θαῤῥοῦντες τὸν θεῖον οἶκον οἰκοδομήσατε, ὅπως τάς τε νομικὰς ἐν αὐτῷ λατρείας ἐπιτελέσητε, καὶ τὰς θείας δι' αὐτοῦ χάριτας ὑποδέξησθε. ιʹ. «Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἦν εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἦν εἰρήνη ἀπὸ τῆς θλίψεως.» Ἡνίκα μὲν γὰρ τῆς οἰκοδομίας κατημελεῖτε, φησὶν, ἀκερδὴς μὲν ἦν τῶν ἀνθρώπων ὁ πόνος, ἀνόνητος δὲ τῶν κτηνῶν ὁ μισθὸς, ἐν δέει δὲ διηνεκεῖ καθειστήκεισαν ἅπαντες, καὶ ἀποδημοῦντες, καὶ ἐνδημοῦντες. «Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον πρὸς τὸν πλησίον αὑτοῦ.» Ἐγὼ γὰρ διὰ τὴν περὶ τὰ θεῖα ὀλιγωρίαν τοὺς ἐπαλλήλους ὑμῖν θορύβους ἐπήγειρα. Νῦν δὲ ὁρῶν ὑμῶν τὴν περὶ τὴν οἰκοδομίαν σπουδὴν, δώσω μὲν ὑμῖν πρὸ τῶν ἄλλων ἁπάντων τῆς εἰρήνης τὸ δῶρον· ἀπολαύσετε δὲ καὶ τῶν ἀπὸ γῆς καρπῶν, ἄνωθεν τῶν ὑετῶν ἀφθόνως χορηγουμένων. ιγʹ. «Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν, οἶκος Ἰούδα, καὶ οἶκος Ἰσραὴλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ.» Εἰώθασι γὰρ οἱ ἄνθρωποι, καὶ ἐπαρώμενοι, τοὺς συμφοραῖς περιπεπτωκότας φέρειν εἰς μέσον, καὶ λέγειν· Πάθοις τοιαῦτα οἷα ὁ δεῖνα πέπονθε· καὶ ἐπευχόμενοί τισι τῶν τῆς θείας εὐλογίας ἠξιωμένων προσφέρειν τὴν μνήμην· «Θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν· (ιδʹ, ιεʹ.) Διότι τάδε λέγει Κύριος παντοκράτωρ· Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· οὕτω παρατέταγμαι, καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον Ἰούδα.» Καθάπερ, φησὶν, ἀληθεῖς ἔδειξα τῆς τιμωρίας τὰς ἀπειλὰς, οὕτω καὶ ταῖς ἀγαθαῖς οἰκονομίαις ἐπιθήσω