Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1921
Not analysed yet
αὐτοῖς πολεμίους μὴ ἀναστρέφειν, μηδὲ τὰ οἰκεῖα καταλαμβάνειν, αὐτοῦ δεχομένους τὴν τιμωρίαν· τοὺς δὲ ἄλλους τὰ τούτων θεωμένους πάθη, οἴκοι μένειν δεδιότας, καὶ τὰς κατὰ τοῦ λαοῦ προσβολὰς μὴ θαῤῥεῖν· ταύτην γὰρ αὐτῶν ἐπὶ τοῦ παρόντος ἐδοκίμασα τὴν κηδεμονίαν ποιήσασθαι. Ταῦτα μέντοι καὶ ἐπὶ τῶν Μακκαβαίων τὸ τέλος ἐδέξατο, Ἰούδα, καὶ Ἰωνάθαν, καὶ Σίμωνος στρατηγούντων· μετὰ γὰρ τὴν νίκην, τὰς τῶν ἀλλοφύλων κατεδουλώσαντο πόλεις, καὶ Ἰουδαίους ἀντ' ἐκείνων κατῴκισαν, καὶ μέντοι καὶ ἐξ αὐτῶν ἐκείνων πολλοὺς παρεσκεύασαν μεταμαθεῖν τὴν εὐσέβειαν. Ἡ δὲ ἀκριβὴς ἔκβασις τῆς προφητείας μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ὤφθη· νῦν γὰρ τὴν τῶν εἰδώλων ἀρνησάμενοι πλάνην, καὶ Ἀσκαλωνῖται, καὶ Ἀκκαρωνῖται, καὶ οἱ ἄλλοι ἀλλόφυλοι, τὸ τῆς θεογνωσίας εἰσεδέξαντο φῶς· καὶ οἱ ἐξ αὐτῶν ποιμαίνειν αὐτοὺς λαχόντες, οἷόν τινες χιλίαρχοι καὶ στρατηγοὶ διαλάμπουσιν. Οὗ χάριν τὸ πανάγιον Πνεῦμα προθεσπίσαν ἐκεῖνα, καὶ τὸν τούτων τῶν ἀγαθῶν αἴτιον δείκνυσι, καὶ βοᾷ διὰ τοῦ προφήτου· θʹ. «Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων· οὗτος πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον, καὶ πῶλον νέον.» Ταῦτα δὲ σαφῆ διὰ τῶν πραγμάτων ἔχει τὴν ἑρμηνείαν· ἧκε γὰρ ὁ προφητευόμενος βασιλεὺς, καὶ τῇ οἰκείᾳ δικαιοσύνῃ τὴν ἁμαρτίαν κατέπαυσε, καὶ τῇ πραότητι τοῦ διαβόλου τὴν ἀλαζονείαν κατέλυσε, καὶ πώλῳ ὄνου χρησάμενος, τοὺς ἐπὶ χρυσῶν καὶ λιθοκολλήτων ὀχημάτων φερομένους βασιλέας ἔχει προσκυνητάς. Περὶ τούτου τοῦ πώλου καὶ ὁ μακάριος Ἰακὼβ προθεσπίζει, λέγων· «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον τῆς ὄνου αὑτοῦ.» ιʹ. «Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ· καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν.» Ταύτῃ, φησὶ, κεχρημένος τῇ μετριότητι, τῶν ὅλων Παμβασιλεὺς ἐξωλόθρευσεν ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, τὴν θρασύτητα αὐτῶν καὶ τὴν μανικὴν καταλύσας βασιλείαν· ἐξωλόθρευσε δὲ καὶ τόξον πολεμικὸν, καὶ πλῆθος διὰ τῆς Ῥωμαίων εἰρήνης βραβεύσας τοῖς ἔθνεσι, καὶ εὐκολίαν τοῖς τῆς ἀληθείας κήρυξι χαρισάμενος. Μιᾶς γὰρ γενομένης τῆς βασιλείας, ἐπαύσαντο μὲν αἱ κατ' ἀλλήλων τῶν ἐθνῶν ἐπαναστάσεις, εἰρήνη δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐπολιτεύετο, ἀδεῶς δὲ διέτρεχον οἱ τὸ τῆς εὐσεβείας κήρυγμα πιστευθέντες ἀπόστολοι, καὶ τὴν οἰκουμένην περινοστοῦντες, τοὺς ἀνθρώπους ἐθήρευον εἰς ζωήν. Καὶ τὸ πάντων παραδοξότατον, ὅτι ποῦ κλῖναι τὴν κεφαλὴν οὐκ ἔχων ὁ τῷ πώλῳ χρησάμενος, πάσης γῆς καὶ θαλάσσης ἐθελήσας ἐκράτησε. Τοῦτο