Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1924
Not analysed yet
καὶ ὁ προφητικὸς προεθέσπισε λόγος· «Καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως τῶν διεκβολῶν γῆς.» Ἐγὼ δὲ τῶν Ἰουδαίων τὴν ἐμβροντησίαν θαυμάζω, εἰς τὸν Ζοροβάβελ ταύτην λίαν ἀναισχύντως ἐκλαμβάνειν τολμώντων. Ὅτι γὰρ ὁ Ζοροβάβελ οὐδὲ πάσης τῆς Παλαιστίνης ἐκράτησεν, ἀλλὰ μόνης τῆς Ἰουδαίας, καὶ αὐτοὶ συνομολογήσαιεν· ὁ δὲ προφήτης τὸν ἐπὶ τοῦ πώλου ὀχούμενον πάσης προεῖπεν ἄρξειν τῆς οἰκουμένης. Ἄλλως τε καὶ τὸν μὲν Κύριον πώλῳ χρησάμενον ἔγνωμεν, τὸν δὲ Ζοροβάβελ τοῦτο πεποιηκότα οὐδεὶς ἔφη μέχρι καὶ τήμερον τῶν τὰ θεῖα συγγεγραφότων. Εἰ τοίνυν ἐχρήσατο μὲν ὁ Δεσπότης Χριστὸς τῷ πώλῳ κατὰ τὴν προφητείαν, ἐκράτησε δὲ τῆς οἰκουμένης, καὶ Θεὸς ἀληθινὸς εἶναι πιστεύεται καὶ κηρύττεται, κατέλυσε δὲ τοῦ Ἐφραῒμ καὶ τοῦ Ἰσραὴλ τὴν βασιλείαν· περὶ αὐτοῦ ταῦτα προεθέσπισεν ὁ προφήτης, καὶ ἔλαβε σαφῶς ἡ προφητεία τὸ τέλος. Συμβαίνει δὲ τούτοις καὶ τὰ ἐπαγόμενα. ιαʹ. «Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.» Οὓς γὰρ, φησὶ, τῷ τιμίῳ σου αἵματι ἐξηγόρασάς τε καὶ ἠλευθέρωσας, τούτους μετὰ τῶν σωτηρίων σου συνθηκῶν ἐξαπέστειλας, ὥστε πᾶσι κηρύξαι τὴν ἐλευθερίαν, ἀπαλλάξας αὐτοὺς τοῦ λάκκου, τοῦ μὴ ἔχοντος ὕδωρ. Τοῦτον δὲ τὸν λάκκον, εἴτε τὸν αἰώνιον θάνατον, εἴτε τῶν εἰδώλων τὴν πλάνην βούλεταί τις νοεῖν, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. Οὕτω γὰρ καὶ διὰ Ἱερεμίου φησὶν ὁ τῶν ὅλων Θεός· «Δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν ὕδωρ.» Οὕτω δὲ τὴν ἐπίπονον καὶ ἀνόνητον τῶν εἰδώλων προσηγόρευσε λατρείαν. Ταλαιπωρούμενοι γὰρ τῇ περὶ ταῦτα θεραπείᾳ, οὐδὲν μὲν ἐκ τούτων ἐδρέποντο κέρδος, τὴν ἀληθῆ δὲ προσεζημιοῦντο ζωήν. Ἐν τούτῳ τῷ λάκκῳ δεσμώτας ὄντας τοὺς ἀνθρώπους λύσας, καὶ ἀνασπάσας ὁ Δεσπότης Χριστὸς, καὶ τῷ τιμίῳ αἵματι τὴν ἐλευθερίαν αὐτοῖς δωρησάμενος, εἰς τὴν τῆς ζωῆς ὁδὸν ἐξαπέστειλε, τὴν καινὴν αὐτοῖς δεδωκὼς διαθήκην. Πρὸς τούτους πάλιν φησί· ιβʹ. «Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου διπλᾶ ἀνταποδώσω σοι.» Ἀντὶ γὰρ ἐκείνων τῶν χαλεπῶν δεσμῶν, ἕτερά σοι ἥδιστα τῆς ἐμῆς ἀγάπης περιτέθεικα δεσμὰ, προσεδρεύειν μοι παραινέσας, καὶ τοὺς ἐμοὺς ἐκπαιδεύεσθαι νόμους, καὶ ὑπὸ τῆς ὀχυρᾶς κηδεμονίας φρουρεῖσθαι, καὶ ἀντὶ τῆς προτέρας αἰχμαλωσίας, ἐλευθερίας ὁμοῦ καὶ ζωῆς ἀπολαύειν. Περὶ γὰρ τούτων, ἔφη, τῶν πραγμάτων διπλᾶ ἀνταποδώσω σοι. ιγʹ. «Διότι ἐνέτεινά σε ἐμαυτῷ, Ἰούδα, ὡς τόξον,