Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1929
Not analysed yet
ήγαγεν· «Ὅτι ἠγάπησα αὐτοὺς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσε· «Καὶ ἔσονται ὡς ἂν εἰ μὴ ἀπωσάμην αὐτούς.» Οὕτω γὰρ αὐτοὺς, φησὶν, ἀνθῆσαι παρασκευάσω, ὥστε μηδὲ αἴσθησιν ἔχειν τῆς γεγενημένης αἰχμαλωσίας, τὴν προτέραν ὁρῶντας εὐπραξίαν. «Διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἐπακούσομαι αὐτῶν. (ζʹ.) Καὶ ἔσονται ὡς μαχηταὶ οἱ τοῦ Ἐφραῒμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἀπὸ οἴνου, καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐφρανθήσονται, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ.» Κύριος γὰρ αὐτῶν, φησὶν, ὢν καὶ Θεὸς, καὶ τὰς δεήσεις δέξομαι, καὶ νικηφόρους ἀποφανῶ, καὶ ἐν θυμηδίᾳ πάσῃ διάγειν παρασκευάσω. Καὶ τὰ τέκνα δὲ αὐτῶν ὁμοίως αὐτοῖς ἐν ἡδονῇ πάσῃ διάξει, ἐπ' ἐμοὶ σεμνυνόμενα, καὶ ἐπὶ τῇ δυνάμει μου γαυριῶντα. ηʹ. «Σημανῶ αὐτοῖς, καὶ εἰσδέξομαι αὐτοὺς, λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται, καθότι ἦσαν πολλοί.» Καὶ εἰς πλῆθος δὲ, φησὶν, αὐξηθήσονται, τῆς πολυγονίας τὴν εὐλογίαν δεξάμενοι, ὥστε μὴ ἀρκουμένους ταῖς οἰκείαις πόλεσι, καὶ εἰς ἑτέρας ἀποικισθῆναι πόλεις, καὶ γενέσθαι καὶ ἄλλοις δι' αὐτῶν πρόφασιν σωτηρίας. Τοῦτο γὰρ ἐσήμανεν, εἰρηκώς· θʹ. «Καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, καὶ ἐκθρέψουσι τὰ τέκνα αὑτῶν.» Ὁρῶντες γὰρ, φησὶν, αὐτῶν τὴν εὐσέβειαν σπουδαίαν, πᾶσαν αὐτῶν ποιήσονται ἐπιμέλειαν. ιʹ. «Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτοὺς, καὶ εἰς τὴν Γαλααδῖτιν, καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδείς.» Ἐπανάξω δὲ αὐτοὺς, φησὶ, καὶ ἐξ Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων, καὶ τήν τε πατρῴαν γῆν οἰκῆσαι παρασκευάσω, καὶ τὴν Γαλααδῖτιν ἐξ αὐτῶν ἐμπλήσω, καὶ μέχρις αὐτοῦ τοῦ Λιβάνου τὴν οἴκησιν αὐτοῖς δωρήσομαι, καὶ οὐδὲν αὐτοῖς ἐμποδὼν γενήσεται, ἐπειδὴ πάντας τοὺς πολεμεῖν αὐτοῖς πειρωμένους ὀλέθρῳ παραδώσω. Τοῦτο γὰρ παραδηλοῖ τὸ, ιαʹ. «Διελεύσονται ἐν θαλάσσῃ στενῇ, καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσονται πάντα τὰ βάθη ποταμῶν.» Ἐν μεγίστοις γὰρ ἀποληφθέντες κινδύνοις, καὶ μικροῦ δεῖν τὴν σωτηρίαν ἀπαγορεύσαντες (τοῦτο γὰρ στενὴν ἐκάλεσε θάλασσαν), τὰ τῶν δυσμενῶν ἐπάταξαν κύματα καὶ οἷόν τινας βαθεῖς ποταμοὺς ξηροὺς ἀπέφηναν, τοὺς ἐκείνων καταναλώσαντες λόχους. «Καὶ καθαιρεθήσεται πᾶσα ἡ ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται. (ιβʹ.) Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος.»