Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1932
Not analysed yet
Τέλος, φησὶ, καὶ ἡ τῆς Αἰγύπτου βασιλεία λήψεται, καὶ ἡ Ἀσσυρίων ὑπερηφανία σβεσθήσεται· καὶ οὗτοι δὲ, οἱ ἐκείνοις πάλαι δουλεύσαντες, διὰ τῆς ἐμῆς ἐπικουρίας ἐπίσημοι καὶ πολυθρύλλητοι παρὰ πᾶσι γενήσονται. ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. αʹ, βʹ. «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος.» Πάντες τοίνυν οἱ ἐπὶ δυνάμει μέγα φρονοῦντες, καὶ τοῦ Λιβάνου τὸ ὕψος τῇ τῆς ἀλαζονείας φαντασίᾳ μιμούμενοι, εὐτρεπεῖς ἑαυτοὺς πρὸς τὴν ἐπιφερομένην ὑμῖν καταστήσατε τιμωρίαν. Οἱ δὲ τούτων ὑποδεέστεροι (τούτους γὰρ πίτυς καλεῖ), τὸν τῶν δυνατωτέρων ὄλεθρον θεωροῦντες, τὰς οἰκείας ὀλοφύρεσθε συμφοράς. «Ὀλολυξάτω γὰρ, φησὶ, πίτυς, ὅτι πέπτωκε κέδρος.» Καὶ ἑρμηνεύων ἃ τροπικῶς εἴρηκεν, ἐπήγαγεν· «Ὅτι μεγιστᾶνες μεγάλως ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. (γʹ.) Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.» Τροπικῶς μὲν κατὰ τὸ οἰκεῖον ἰδίωμα εἴρηκεν ἅπαντα. Λέοντας δὲ ὅμως καὶ ποιμένας, τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας ὀνομάζει· δρυμὸν δὲ σύμφυτον, τὴν ἄκαρπον δυναστείαν. Τούτους δὲ ἅπαντας ὀδύρεσθαι καὶ θρηνεῖν ἔφη, μέγα μὲν κατὰ τοῦ Ἰορδάνου φρονήσαντας, τῆς δὲ ἐλπίδος ψευσθέντας. Διά τε τοῦ Ἰορδάνου τὴν Ἰουδαίων ᾐνίξατο γῆν· δι' αὐτῆς γὰρ οὗτος τὴν πορείαν ποιεῖται· ταῦτα μὲν οὖν περὶ τῆς ἐσομένης Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον εὐπραξίας ὁ θεῖος προηγόρευσε Ζαχαρίας. Ἐντεῦθεν δὲ λοιπὸν τὰ καταληψόμενα αὐτοὺς διὰ τὴν οἰκείαν παρανομίαν προθεσπίζει κακά. δʹ. «Τάδε λέγει Κύριος παντοκράτωρ· Ποίμαινε τὰ πρόβατα τῆς σφαγῆς.» Τίς δὲ ταῦτα ἐποίμανεν ἢ ὁ Δεσπότης Χριστὸς, ὁ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοῶν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·» Ἀλλὰ μηδεὶς αὐτὸν, ὡς ποιμένα καλούμενον, σμικρύνειν τολμάτω· οὗτος γὰρ τῆς ἡμετέρας εἵνεκα σωτηρίας οὐ μόνον ποιμὴν, ἀλλὰ καὶ ἀμνὸς ὠνομάσθη, καὶ πρόβατον. Καὶ τί λέγω πρόβατον καὶ ἀμνόν; κατάρα γὰρ καὶ ἁμαρτία προσηγορεύθη, ἵνα τῶν ἀνθρώπων καὶ τὴν ἁμαρτίαν λύσῃ, καὶ τὴν κατάραν. Τούτῳ τοίνυν ὁ Πατὴρ λέγει· «Ποίμαινε τὰ πρόβατα τῆς σφαγῆς·» ἑλομένῳ λαβεῖν τὴν τοῦ δούλου μορφὴν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ τῶν ἀνθρώπων τὴν φύσιν. Ὡς ἄνθρωπος τοίνυν, οὐχ ὡς Θεὸς, ταύτας λαμβάνει τὰς ἐντολάς· ὡς μὲν γὰρ Θεὸς, τοῦ γεγεννηκότος ὁμότιμος· ὡς δὲ ἄνθρωπος, βοᾷ·