Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1937
Not analysed yet
ἑρμηνείαν. Καὶ γὰρ ἐκεῖ τοσούτων στατήρων ὁ Ἰούδας τὸν Δεσπότην ἀπέδοτο, καὶ μεταμεληθεὶς ἀπέδωκε μὲν τούτους τοῖς δεδωκόσιν· ἐπειδὴ δὲ λαβεῖν αὐτοὺς ἐκεῖνοι οὐκ ἠβουλήθησαν, ῥίψας αὐτοὺς ἀνεχώρησε, τὸν δίκαιον τῆς ἀδικίας μισθὸν, τὴν ἀγχόνην φημὶ, παρὰ τοῦ κριτοῦ τῆς ἀδικίας τοῦ διαβόλου δεξάμενος. Καὶ ἐνταῦθα τοίνυν αἰτεῖ μὲν αὐτοὺς ὁ Δεσπότης μισθὸν τῆς εὐεργεσίας τὴν πίστιν· οἱ δὲ ἀντὶ ταύτης τοὺς τριάκοντα ἔδοσαν ἀργυροῦς· αὐτὸς δὲ τῷ προφήτῃ παρακελεύεται, ὡς ἐν πυρί τινι δοκιμάσαι, εἰ ἄξιος ὁ τῆς εὐεργεσίας μισθός· Ὁ δὲ τούτους εἰς τὸν οἶκον ἔφη τοῦ Θεοῦ καταβεβληκέναι, ὃν εἰκότως ὠνόμασε χωνευτήριον. Ἐν ἐκείνῳ γὰρ διὰ τῆς μετανοίας οἱ προσιόντες, ὡς ἐν χωνευτηρίῳ τινὶ νεουργοῦνται, τὸν τῆς ἁμαρτίας ἰὸν ἀποβάλλοντες, καὶ τῆς θείας φιλανθρωπίας τυγχάνοντες. Διὰ τοῦτό φησι· ιδʹ. «Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ.» Καὶ ἐκ τούτων γὰρ τοὺς πεπιστευκότας τῶν ἀπίστων ἀποκρίνας, τοὺς λοιποὺς τῆς οἰκείας ἐπιμελείας ἐγύμνωσε. Καὶ μαρτυρεῖ τῇ προφητείᾳ τὰ νῦν θεωρούμενα· ἔρημοι γὰρ Ἰουδαῖοι, καὶ προφητῶν, καὶ ἱερέων, καὶ βασιλέων, καὶ ναοῦ, καὶ κιβωτοῦ, καὶ βωμοῦ, καὶ ἱλαστηρίου, καὶ θυσιαστηρίου, καὶ λυχνίας, καὶ τραπέζης, καὶ τῶν ἄλλων, δι' ὧν ἡ κατὰ νόμον λατρεία ἐπληροῦτο, ἔρημοι δὲ καὶ τῆς ἄνωθεν κηδεμονίας γεγένηνται· καὶ σποράδες, καὶ μέτοικοι, καὶ μετανάσται γενόμενοι, τοῖς τὸν Χριστὸν κηρύσσουσι παρὰ γνώμην δουλεύουσιν· καὶ αὐτοῦ μὲν ἀρνοῦνται τὴν δεσποτείαν, τοῖς δὲ δούλοις αὐτοῦ τὴν δουλείαν προσφέρουσιν. Τοσαύτην νοσοῦσιν ἀναλγησίαν. Ταῦτα μὲν οὖν ὁ Προφήτης περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ προαγορεύσας, καὶ τὴν Ἰουδαίων ἀντιτυπίαν ἐλέγξας, εἰκότως εὐθὺς ἐπὶ τὸν ἀντίθεον Χριστὸν μεταφέρει τὴν προφητείαν, ὃν Ἰουδαῖοι προσμένουσιν, ὡς αὐτοί φασι. Τοῦτο δὲ καὶ ὁ Κύριος πρὸς αὐτοὺς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, καὶ πιστεύσετε αὐτῷ.» Τοῦτο περὶ αὐτῶν καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ.» Τοιαῦτα καὶ ὁ μακάριος Ζαχαρίας τοῦ θείου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν προθεσπίζει. ιεʹ, ιϛʹ. «Καὶ εἶπε Κύριος πρός με· Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. Διότι ἐξεγερῶ ποιμένα ἄπειρον ἐπὶ τὴν γῆν· τὸ ἐκλεῖπον οὐκ ἐπισκέψεται, καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ