Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1936
Not analysed yet
ἱερέας· διὰ γὰρ τούτων τῶν τριῶν ἐποιμαίνοντο ταγμάτων. Καὶ τὴν αἰτίαν δεικνὺς ἐπάγει· «Καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς· καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ.» Τοῦτο σαφέστερον αὐτὸς ὁ Δεσπότης διὰ τοῦ προφήτου Ἱερεμίου διδάσκει, λέγων· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου· ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγένετο ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὑτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.» Καὶ μέντοι καὶ διὰ Ἡσαΐου βοᾷ· «Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.» Ἐπειδὴ τοίνυν θηριωδῶς μοι προσῆλθον οἱονεὶ βρυχώμενοι, καὶ τὴν ἐμὴν διψῶντες σφαγὴν, θʹ. «Κἀγώ φημι πρὸς αὐτούς· Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλιπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ.» Ταῦτα δὲ ἅπαντα συμβαίνειν ἀνάγκη τοῖς τῆς θείας γυμνουμένοις κηδεμονίας. ιʹ. «Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην εἰς πάντας τοὺς λαοὺς τῆς γῆς.» Τῶν γὰρ δεξαμένων τῆς θεογνωσίας τὸ κήρυγμα τῷ θείῳ πτύῳ διακριθέντων, καὶ οἷόν τινος σίτου τῶν ἀχύρων ἀποκριθέντων, ἀνάγκη πᾶσα τὸ ἄχυρον κατακαυθῆναι πυρὶ ἀσβέστῳ, κατὰ τὴν τοῦ μεγάλου Ἰωάννου φωνήν. ιαʹ. «Καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Καὶ ὅτι οὐ περὶ πάντων λέγει ταῦτα τῶν ἐξ ἐθνῶν, ἀλλὰ περὶ τῶν ἀπίστων μόνον, τὰ ἐπαγόμενα μαρτυρεῖ. «Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα φυλασσόμενά μοι, ὅτι λόγος Κυρίου ἐστί.» Χαναναίους δὲ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ, ἀλλοφύλους καλεῖ· πρόβατα δὲ αὐτοὺς φυλακῆς ἄξια λέγει, δι' ἣν ἐκτήσαντο πίστιν. Οὗτοι, φησὶ, θεασάμενοι τῶν ἀπίστων τὸν ὄλεθρον, μαθήσονται διὰ τῆς πείρας, ὡς θεῖος λόγος ὁ προφητικὸς λόγος. Ταῦτα περὶ τῶν ἐξ ἐθνῶν καὶ ἠπιστηκότων καὶ πεπιστευκότων εἰπὼν, μεταφέρει τὸν λόγον πρὸς Ἰουδαίους, καί φησι· ιβʹ, ιγʹ. «Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε. Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρός με· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ καθῆκα, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ χωνευτήριον.» Ταῦτα, ὡς οἶμαι, οὐδεμιᾶς ἑρμηνείας προσδεῖται, τῆς τῶν ἱερῶν Εὐαγγελίων ἱστορίας ἐχούσης τούτων τὴν