Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1941
Not analysed yet
μείζους ἀναδεχόμενος μάχην. Ἐπειδὴ τοίνυν τούτῳ μὲν Ἰουδαῖοι πιστεύουσι, τὸν δὲ Σωτῆρα καὶ Κύριον ἠρνήθησαν, προφανῶς προλέγει διὰ τοῦ Προφήτου τὸ ἅγιον Πνεῦμα τὰ δι' ἀπιστίαν αὐτοῖς συμβησόμενα σκυθρωπά. ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. αʹ. «Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ· Λέγει Κύριος, ἐκτείνων τὸν οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.» Οὐκ ἐγὼ, φησὶν ὁ Προφήτης, ταῦτα πρὸς ὑμᾶς διεξέρχομαι, ἀλλ' ὁ τοῦδε τοῦ παντὸς ποιητὴς καὶ δημιουργός· ὁ ἔτι νῦν ἐν ταῖς νηδύσι τὰ σώματα διαπλάττων, καὶ ψυχὰς σὺν αὐτοῖς δημιουργεῖσθαι κελεύων, οὗτος δι' ἐμοῦ φθέγγεται. βʹ. «Καὶ ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ, ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ· ἔσται περιοχὴ ἐν τῇ Ἱερουσαλήμ.» Εὐάλωτον, φησι. καὶ εὐκαταγώνιστον πᾶσι τοῖς ἔθνεσιν ἀποκαταστήσω τήνδε τὴν πόλιν, καὶ ἐοικυῖαν δείξω προθύροις σαλευομένοις, καὶ καταφέρεσθαι μέλλουσιν, ὥστε τοὺς πολεμίους τῆς ἐμῆς προνοίας γεγυμνωμένην ὁρῶντας ἐπελθεῖν καὶ πολιορκῆσαι, καὶ τὰ φυόμενα ἐντεῦθεν ἐπαγαγεῖν κακά. γʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.» Ἐπειδὴ γὰρ τὸν λίθον ἐκεῖνον, τὸν πολυτελῆ, τὸν ἐκλεκτὸν, τὸν ἔντιμον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, τὸν γενόμενον εἰς κεφαλὴν γωνίας, ἀπεδοκίμασαν ἀδοκίμῳ λίθῳ παραπλησίως, καταπατεῖσθαι αὐτὴν ὑπὸ πάντων παρασκευάσω ἐμπαροινούντων, καὶ ἐφ' ὕβρει συναγομένων. Αὕτη δὲ ἡ προφητεία τῶν πραγμάτων ἔχει τὴν μαρτυρίαν. Ἔστι γὰρ ἰδεῖν τὸν πάλαι ἅγιον καὶ σεπτὸν καταπατούμενον τόπον. Ἀλλὰ ταῦτα μὲν αὐτοῖς μετὰ τὸν σταυρὸν καὶ τὴν μανίαν ἐκείνην συνέβη· πρὸ δὲ ταύτης τῆς τόλμης, τῆς θείας κηδεμονίας διηνεκῶς ἀπολαύοντες διετέλεσαν. Τοῦτο γὰρ καὶ ὁ προφητικὸς διδάσκει λόγος, τοῦ Θεοῦ τῶν ὅλων προσφέροντος τὴν ὑπόσχεσιν, ὅτι Τῶν Μακεδονικῶν αὐτοῖς ἐπελθόντων ἐθνῶν, καὶ τοὺς ἵππους τῆς φυσικῆς γυμνώσω θρασύτητος, καὶ τούτους μετὰ τῶν ὀχουμένων ἀνοίᾳ καὶ δειλίᾳ περιβαλῶ, τὸν δὲ Ἰούδαν τῆς ἐμῆς ἀξιώσω προνοίας. Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς· δʹ, εʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα πάντες ἐν ταῖς καρδίαις αὑτῶν· Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, ἐν Κυρίῳ παντοκράτορι