Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1944
Not analysed yet
Θεῷ αὐτῶν.» Οὐδὲν, φησὶ, τυφλωττόντων διοίσουσιν οἱ ἵπποι τῶν πολεμίων τῇδε κἀκεῖσε περιπλανώμενοι, ὥστε θαῤῥήσαντας τῶν Ἰουδαίων τοὺς στρατηγοὺς πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Πλήρης ἡ Ἱερουσαλὴμ διὰ τὴν τοῦ Θεοῦ ῥοπὴν οἰκητόρων γενήσεται. ϛʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν.» Καθάπερ γὰρ, φησὶ, καὶ δαλὸς ἐξάπτει τὰ ξύλα, καὶ φλὸξ ἀναλίσκει καλάμην· οὕτως οὗτοι τοὺς πάντοθεν αὐτοῖς ἐπιόντας καταναλώσουσι πολεμίους. «Καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθ' ἑαυτήν·» ἀντὶ τοῦ, κατὰ νόμον πολιτευομένη, καὶ τῶν ἐθνῶν κεχωρισμένη. Τούτου δὲ ἀπήλαυσεν, ἕως κατὰ τοῦ Σωτῆρος ἐλύττησε. ζʹ. «Καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ' ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαβὶδ, καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.» Γνώσονται γὰρ διὰ τῆς πείρας, ὡς δίχα τῆς θείας ῥοπῆς οὐδὲν κατορθῶσαι δεδύνηνται. Τοῦτο δὲ μαθόντες, οὔτε τῇ βασιλικῇ δυνάμει μεγαφρονήσουσιν, οὔτε τῷ μεγέθει τῶν περιβόλων θαρσήσουσι. ηʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων τὴν Ἱερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὡς οἶκος Δαβίδ· ὁ δὲ οἶκος Δαβὶδ, ὡς οἶκος Κυρίου, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.» Καὶ τῆς θείας προμηθείας ἐξαρτήσουσι τὰς ἐλπίδας, οὗ χάριν τῶν ἁπάντων ὁ Κύριος πάσης αὐτοὺς ἀντιλήψεως ἀξιώσει, καὶ τοσαύτην αὐτοῖς παρέξει ῥώμην, ὥστε τὸν ἀσθενέστατον τῷ βασιλικῷ παραβάλλεσθαι οἴκῳ (τοῦτον γὰρ ἐκάλεσεν οἶκον Δαβίδ), τὸν δὲ βασιλικὸν οἶκον τοῦ θείου οἴκου μιμεῖσθαι τὸ ἄσυλον, ὥστε πάντας εἰς αὐτὸν, ὡς εἰς τὸν θεῖον καταφεύγειν νεὼν, ἢ ὡς ἀγγέλῳ εἰς σωτηρίαν ἀπεσταλμένῳ θαῤῥεῖν· τοσοῦτον γὰρ ἀπὸ τῆς νίκης οἱ περὶ Ἰούδαν καὶ Ἰωνάθαν ἐκαρπώσαντο κλέος, ὥστε τοὺς περιοίκους, καὶ ἀστυγείτονας, καὶ πλησιοχώρους, τούτων ἁρπάσαι τὴν συμμαχίαν· οὐ μόνον δὲ οἱ πελάζοντες, ἀλλὰ καὶ οἱ παμπόλλων ἡμερῶν ὁδὸν ἀφεστηκότες, καὶ ἐν τοῖς ἑσπερίοις κατοικοῦντες μέρεσι Ῥωμαῖοι, καὶ Σπαρτιᾶται, τὴν τούτων συμμαχίαν μετὰ πολλῆς ἠσπάσαντο προθυμίας. θʹ, ιʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ζητήσω ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἱερουσαλήμ. Καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαβὶδ, καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, Πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ.» Ἀλλ' ἐγὼ μὲν αὐτοὺς τοσαύταις εὐεργεσίαις ἐπέκλυσα· τοὺς μὲν ἐπιόντας αὐτοῖς πολεμίους παντοδαπαῖς εἰδέαις θανάτου παραδιδοὺς, αὐτοῖς δὲ ἀνοίγων τὰς τοῦ ἐλέου πηγὰς, καὶ παντοίας αὐτοὺς ἀναπιμπλῶν χάριτος· αὐτοὶ δέ με παραγενόμενον τοῖς ἐναντίοις ἠμείψαντο, καὶ σταυρῷ προσηλώσαντες στρατιωτικῷ δόρατι τὴν πλευρὰν