Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1945
Not analysed yet
ἐξεκέντησαν, καὶ παροινοῦντες καὶ ἐπιτωθάζοντες διετέλεσαν. Ἀλλ' ὅμως οὐκ εἰς μακρὰν ὄψονταί με μετὰ τῆς θείας ἐπιφαινόμενον δόξης, καὶ τὴν οἰκείαν παραφροσύνην θρηνήσουσι, καὶ πρωτοτόκου νεανίου μιμήσονται πένθος, παραπλησίως τοῖς ἐκεῖνον ὀλοφυρομένοις κοπτόμενοι. «Ὄψονται γὰρ, φησὶ, πρός με, εἰς ὃν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτῷ κοπετὸν, ὡς ἐπ' ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ἐφ' ἑαυτοῖς ὀδύνην, ὡς ἐπὶ πρωτοτόκῳ. (ιαʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου.» Καθάπερ γὰρ ὑλοτόμοι ῥόας ὅτι πλείστας ἐκτέμνοντες κτύπον ἀποτελοῦσι πολύν· οὕτως ὁ τούτων κομμὸς κατακτυπήσει πάντων τὰς ἀκοάς. Οὐχ ἁπλῶς δὲ, τὰ ἄλλα δένδρα καταλιπὼν, τῆς ῥόας τέθεικε τὴν εἰκόνα· ἀλλ' ἐπειδὴ καὶ ἀγαπητοῦ καὶ πρωτοτόκου πένθει τὸ ἐκείνων ἀπείκασε πένθος· ἀγάπης δὲ τύπος ἡ ῥόα, συνημμένους ἔχουσα λίαν καὶ ἡνωμένους τοὺς κόκκους, εἰκότως τῇ τούτων τῶν δένδρων τομῇ τὸν ἐκεῖνον ἔφησεν ἐοικέναι κομμόν. ιβʹ—ιδʹ. «Καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴ οἴκου Δαβὶδ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. Φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Λευῒ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. Πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς.» Τοῦτο λέγει, ὅτι κατὰ φυλὰς διαιρεθέντες, χωρὶς μὲν ἄνδρες, χωρὶς δὲ γυναῖκες τοῦτο δράσουσι. Καὶ μέμνηται οὐ μόνον φυλῶν, ἀλλὰ καὶ πατριῶν, τῆς τε τοῦ Δαβὶδ, ἣ τὰς περὶ τοῦ Δεσπότου Χριστοῦ ἐπαγγελίας ἐδέξατο, καὶ τοῦ Νάθαν, ὃς τηνικάδε προφητεύων, καὶ τῆς τοῦ Δαβὶδ ἤκουσε προφητείας, καὶ αὐτὸς ἐκείνῳ προσέφερε τὰ οἰκεῖα θεσπίσματα. Μνημονεύσας δὲ καὶ τῆς τοῦ Λευῒ φυλῆς καὶ τῆς τοῦ Συμεὼν, ὕστερον ἐπήγαγε· «Πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν κόψεται, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς.» Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις προείρηκε· «Τότε ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Δῆλον δὲ, ὅτι ὅσοι τὸ θεῖον οὐκ ἐδέξαντο κήρυγμα, θρηνήσουσι τὸν οἰκεῖον προσμένοντες ὄλεθρον. Ἀλλὰ ταῦτα μὲν ἔσται κατὰ τὸν τῆς συντελείας καιρόν. Τέως δὲ, φησὶ, τῆς ἐμῆς αὐτοὺς ἀξιώσω προμηθείας, καὶ ταῦτα εἰδὼς ὡς παραγενόμενον ἐπ' εὐεργεσίᾳ σταυρώσουσιν. Ἀλλ' ὅμως ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. αʹ. «Πᾶς τόπος διανοιγόμενος ἔσται τῷ οἴκῳ Δαβὶδ καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, εἰς τὴν μετακίνησιν καὶ εἰς τὸν ῥαντισμόν.» Οἱ δὲ περὶ τὸν