Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1949
Not analysed yet
ζʹ. «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ· πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα.» Ἐπειδὴ γὰρ ἔφη· Ἐπιβλέψονται πρός με, εἰς ὃν ἐξεκέντησαν,» ἵνα μὴ νομίσωσι παρὰ γνώμην αὐτὸν τὸ σωτήριον ὑπομεῖναι πάθος, διδάσκει διὰ τοῦ Προφήτου, ὡς ἑκὼν ἐλήλυθε, καὶ ἑαυτὸν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Οὗπερ ἕνεκεν ὁ προφητικὸς λόγος τὴν θείαν σχηματίζει συγχώρησιν, καὶ ῥομφαίαν δείκνυσιν ὑπὸ τοῦ Πατρὸς ἐπιτρεπομένην πρότερον· εἶθ' οὕτω κατὰ τοῦ ποιμένος χωροῦσαν· καὶ μετ' ἐκεῖνον, κατὰ τῶν ἐκείνου πολιτῶν, ἢ συμφύλων, κατὰ τὸν Ἀκύλαν. Μετὰ γὰρ τὸν Δεσπότην, καὶ κατὰ τῶν εὔνων αὐτοῦ θεραπόντων ἐχώρησεν, τῶν ἱερῶν ἀποστόλων, φημὶ, καὶ τῶν ἐκείνους διαδεξαμένων κηρύκων. Ταύτης δὲ τῆς μαρτυρίας καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις μέμνηται. Εἰρηκὼς γάρ· «Ἐν τῇ νυκτὶ ταύτῃ σκανδαλισθήσεσθε ἐν ἐμοί·» ἐπήγαγε· «Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.» Εἶτα ὁ προφητικὸς ἐπάγει λόγος· «Καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς μικροὺς ποιμένας,» τοὺς ὄνομα ποιμένων ἔχοντας, ἱερέας καὶ διδασκάλους, τοῦ δὲ πράγματος ἐρήμους ὑπάρχοντας. ηʹ, θʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν πάσῃ τῇ γῇ λέγει Κύριος, τὰ δύο αὐτῆς μέρη ἐξολοθρευθήσεται καὶ ἐκλείψει· τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ. Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον.» Κατ' ἐκεῖνον, φησὶ, τὸν καιρὸν, μετὰ ταύτην αὐτῶν τὴν λύτταν, τὰς δύο μοίρας τοῦ πλήθους παραδώσω σφαγῇ, τὸ δὲ τρίτον καθάπερ ἀργύριον καὶ χρυσίον διὰ πυρὸς δοκιμάσω, τοῖς παντοδαποῖς παραδιδοὺς πειρασμοῖς· ὧν καταφρονοῦντες, καὶ διὰ καρτερίας τῶν λυπηρῶν ἁπάντων περιγιγνόμενοι, εἰλικρινῆ μοι καὶ γνησίαν δείξουσι τὴν διάθεσιν. «Αὐτὸς γὰρ, φησὶν, ἐπικαλέσεται τὸ ὄνομά μου, καὶ ἐγὼ ἐπακούσομαι αὐτοῦ, καὶ ἐρῶ· Λαός μου οὗτός ἐστι. Καὶ αὐτὸς ἐρεῖ· Κύριος ὁ Θεός μου.» Λέγει ταῦτα περὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων. Πρὸς γὰρ τοῖς δώδεκα ἀποστόλοις καὶ ἑτέρους ἑβδομήκοντα ἐξελέξατο· μετὰ δὲ τὴν ἀνάστασιν, καὶ ἑκατὸν εἴκοσι κατὰ ταυτὸν εὑρέθησαν ὄντες. Ὁ δὲ θεσπέσιος Παῦλος καὶ πεντακοσίοις αὐτὸν ὁμοῦ συνηγμένοις ἔφησεν ὀφθῆναι. Ὁ δὲ θειότατος Πέτρος δημηγορήσας, νῦν μὲν τρισχιλίους, νῦν δὲ πεντακισχιλίους εἰς ζωὴν ἐσαγήνευσεν. Ὁ δὲ μέγας Ἰάκωβος τῷ μακαρίῳ Παύλῳ φησί· «Θεωρεῖς, ἀδελφὲ,