Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1952
Not analysed yet
πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων.» Ταῦτα διὰ τοῦ θεσπεσίου Ζαχαρίου προείρηκεν ὁ Θεὸς, ὅτι τὰ δύο μέρη διὰ τὴν ἀπιστίαν ἐξολοθρευθήσεται, τὸ δὲ τρίτον τοῖς πειρασμοῖς πυρωθὲν καὶ ἀποφανθὲν δόκιμον, λαὸς αὐτοῦ χρηματίσει, Κύριον αὐτὸν καὶ Θεὸν ὀνομάζων. Τοῦτο καὶ δι' ἄλλου προφήτου φησὶν ὁ Θεός· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων πάλιν ὁ μακάριος Ζαχαρίας ἔφη. ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. αʹ. «Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί.» Τῶν πολεμίων δηλονότι ταῦτα διανεμομένων. βʹ. «Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται· καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ· οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως·» Φασὶ γὰρ, Οὐεσπασιανοῦ καὶ Τίτου μελλόντων ἐπιστρατεύειν, τοὺς τηνικαῦτα πιστοὺς ἐξ ἀποκαλύψεως τὴν πόλιν καταλιπεῖν. Τοῦτο δὲ καὶ διὰ τῶν θείων Εὐαγγελίων ἐκέλευσεν ὁ Δεσπότης Χριστός· «Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, γινώσκετε ὅτι ἐγγὺς τὸ τέλος αὐτῆς· τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας.» Περὶ τούτων καὶ διὰ τοῦ μακαρίου προεθέσπισε Ζαχαρίου, ὅτι «Οἱ κατάλοιποι οὐ μὴ ἐξολοθρευθῶσι. (γʹ.) Καὶ ἐξελεύσεται Κύριος ἐν παρατάξει ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.» Παρατάξεται δὲ, οὐκ Ἰουδαίων ὑπερμαχῶν, ἀλλὰ κατ' ἐκείνων στρατηγῶν. «Καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ.» Λέγει δὲ τῶν ἀγγέλων τὰ τάγματα. δʹ. «Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν.» Ὅθεν γὰρ εἰς οὐρανοὺς ἀνελήφθη, ἐκεῖθεν δίδωσι τοῖς κατ' Ἰουδαίων στρατευομένοις τὴν νίκην. Εἶτα λέγει, ὅτι διαιρεθήσεται τετραχὰ τὸ ὄρος, ὡς τὸ μὲν κατ' ἀνατολὰς, τὸ δὲ κατὰ δυσμὰς, τὸ δὲ κατὰ βοῤῥᾶν, τὸ δὲ κατὰ νότον χωρῆσαι. «Καὶ σχισθήσεται γὰρ, φησὶ, τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς δύσιν θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον, φάραγξ μεγάλη. (εʹ.) Καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων ἕως Ἰασσὰ, καὶ ἐμφραχθήσεται, ὃν τρόπον