Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1956
Not analysed yet
κατ' ἐκείνην γὰρ τὴν ἡμέραν ἐκ τῆς ἁγίας ἀνεστομώθη πλευρᾶς ἡ τῆς σωτηρίας πηγὴ, ἀφ' ἧς τὰ διπλᾶ τῶν μυστηρίων ἐδεξάμεθα νάματα· τὸ ὕδωρ, φημὶ, καὶ τὸ αἷμα, ἅπερ ὁ ἑωρακὼς μεμαρτύρηκε. Τὸ μὲν καθαῖρον ἡμᾶς, καὶ τῶν ἁμαρτημάτων ἐλευθεροῦν· τὸ δὲ διατρέφον, καὶ ἄρδον, καὶ τεθηλέναι παρασκευάζον. Λέγει δὲ καὶ τὸν καιρὸν ἐν ᾧ ταῦτα συνέβη. «Ἐν θέρει καὶ ἔαρι ἔσται οὕτως.» Ἐπειδὴ γὰρ οἱ μὲν διχὰ εἰς χειμῶνα καὶ θέρος, οἱ δὲ τετραχὰ εἰς ἔαρ, καὶ θέρος, καὶ μετόπωρον, καὶ χειμῶνα, τὸν ἐνιαυτὸν διαιροῦσιν, ἀμφότερα τέθεικε διὰ τὴν τῶν Ἰουδαίων ἀναίδειαν, ἵνα καὶ κατὰ τούτους καὶ κατ' ἐκείνους τὴν ἀλήθειαν δείξῃ. Εἴτε γὰρ εἰς θέρος καὶ χειμῶνα τὸν ἐνιαυτὸν διαιρεῖτε, θέρους ἔσται ἀρχὴ, ὅτε ταῦτα συμβήσεται· εἴτε τέσσαράς φατε τὰς τροπὰς, γινώσκετε ἔαρος εἶναι καιρὸν τὸν τούτου καιρόν. Τότε προφανῶς βασιλεύσει τῆς οἰκουμένης ὁ παρ' ὑμῶν ἀνασκολοπισθεὶς, καὶ ἡ μὲν πολύθεος πλάνη λήψεται πέρας. θʹ. «Ἔσται δὲ Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.» Οὐ γὰρ μόνον Ἰουδαῖοι ταῦτα φρονήσουσιν, ἀλλὰ καὶ τὰ πάλαι θεογνωσίας ἔρημα ἔθνη, τά τε ἀπὸ νότου τῆς Ἱερουσαλὴμ, καὶ τὰ ἀπὸ βοῤῥᾶ· τοῦτο γὰρ εἶπεν ὁ Προφήτης. ιʹ. «Ἀπὸ Γαβαᾶ, καὶ ἕως Ῥεεμὼν, κατὰ νότον Ἱερουσαλήμ· Ῥαμᾶ δὲ ἐπὶ τοῦ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν, ἕως τῆς πύλης τῆς πρώτης.» Αἰνίττεται δὲ διὰ τούτων τὴν Βηθλεέμ· καὶ γὰρ ὁ μακάριος Ματθαῖος, τῶν παίδων ἱστορήσας τὸν φόνον, τὴν προφητικὴν τέθεικε μαρτυρίαν, βοῶσαν· «Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὑτῆς.» Λέγει δὲ, ὅτι τῶν δυσσεβῶν ἐκείνων ἀναιρεθέντων, οἱ πεπιστευκότες κατοικήσουσι καὶ τὴν τῷ Βενιαμὶν προσήκουσαν γῆν. ιαʹ. «Καὶ ἀνάθεμα οὐκ ἔσται ἔτι, καὶ κατοικήσει τὴν Ἱερουσαλὴμ πεποιθότως.» Διὰ δὲ τοῦ ἀναθέματος τὴν τοῦ Θεοῦ ἐσήμανεν ἀλλοτρίωσιν· οὐκέτι γὰρ εἰδώλοις προσέξουσιν οἱ εἰς Χριστὸν πεπιστευκότες, ἀλλὰ μετ' εὐσεβείας τὴν Ἱερουσαλὴμ οἰκήσουσιν. Οὕτω ταῦτα προειρηκὼς, μεταφέρει τὸν λόγον ἐπὶ τὸν Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν ἐκείνοις κατὰ τῆς Ἱερουσαλὴμ στρατεύσαντας. Φησὶ γὰρ ὅτι· ιβʹ. «Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαοὺς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλήμ· Τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων ἐπὶ τῶν ποδῶν αὑτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὑτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν.» Διδάσκει οἵαις θεηλάτοις παραδοθήσονται τιμωρίαις· τά τε γὰρ