Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1953
Not analysed yet
ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα.» Ὄρος δὲ, ὡς οἶμαι, καλεῖ τὴν φάλαγγα τῶν πολεμίων, εἰς τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν διαιρουμένην, καὶ τοὺς μὲν τὸ ἑῷον αὐτῆς μέρος, τοὺς δὲ τὸ ἐσπέριον καταλαβόντας, καὶ ἄλλους μὲν τὰ βόρεια, ἄλλους δὲ τὰ νότια φρουροῦντας. Εἰκὸς δὲ ἦν καὶ τὸ ὄρος αὐτὸ τὴν διαίρεσιν ταύτην ὑπομεῖναι, τοῦ Θεοῦ τὴν κατ' αὐτῶν δεικνύντος ὀργήν. Καὶ γὰρ ἡνίκα τὸν Δεσπότην τῷ σταυρῷ προσήλωσαν, σκότος μὲν ἐξεχύθη κατὰ πᾶσαν τὴν οἰκουμένην, κλονουμένη δὲ ἡ γῆ τάφος αὐτοῖς αὐτοσχέδιος γενέσθαι ἠπείγετο, τὰ δὲ ὄρη κατ' αὐτῶν ἠφίει τὰς πτέρυγας. Λέγει τοίνυν ὅτι τούτων τῶν ὀρέων ῥαγέντων, καὶ τῶν φαράγγων αἱ διαβάσεις ἐμφραχθήσονται· καθάπερ ἐπὶ τοῦ Ὀζίου τοῦ μεγάλου σεισμοῦ γενομένου. Εἰ γὰρ δι' ἐκεῖνον ἐλάττονα πλημμελήσαντα, καὶ τῆς ἱερωσύνης παρανόμως κατατολμήσαντα, οὕτως ἔσεισε τὴν γῆν τῶν ὅλων ὁ Κύριος, μειζόνων οὗτοι πειραθῆναι δίκαιοι συμφορῶν, τὰ μείζονα τολμήσαντες δυσσεβήματα. Οὐδὲ γὰρ θεασάμενοι συγκινουμένην τὴν κτίσιν ἐπὶ τῷ τολμήματι τοῦ σταυροῦ, τὰ τῆς μεταμελείας προσεδέξαντο φάρμακα. Διόπερ ὁ Προφήτης καταλιπὼν τὰ ἐν τῷ καιρῷ τῆς τιμωρίας γεγενημένα, μεταφέρει τὸν λόγον ἐπὶ τὰ συμβάντα κατὰ τὴν τῆς παρανομίας ἡμέραν. ϛʹ. «Ἐν ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ,» καθ' ἣν ὁ τῆς οἰκουμένης σταυρωθήσεται Σωτὴρ, «οὐκ ἔσται φῶς.» Καὶ τοῦτο ἡ ἱστορία ἐδίδαξεν· «Ἀπὸ γὰρ ἕκτης ὥρας μέχρις ἐννάτης σκότος ἐγένετο καθ' ὅλης τῆς οἰκουμένης,» ἵνα πάντες οἱ ἄνθρωποι τῇ τῆς προφητείας μαρτυρήσωσιν ἀληθείᾳ. «Ἀλλὰ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν.» Καὶ τούτου δὲ οἱ εὐαγγελισταὶ μάρτυρες, καὶ τῶν ἀποστόλων ὁ κορυφαῖος ἐν τῷ πυλῶνι παρὰ τὴν πυρὰν θερμαινόμενος. ζʹ. «Καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ.» Ἄνω γὰρ ἅπαντα προεγίνωσκεν ὁ Θεός. «Καὶ οὐχὶ ἡμέρα, καὶ οὐ νύξ.» Ἐὰν γὰρ ἡμέραν αὐτὴν προσαγορεῦσαι θελήσω, ἐπέχει με τῆς μεσημβρίας τὸ σκότος· ἐὰν δὲ νύκτα βουληθῶ ὀνομάσαι διὰ τὸ σκότος, κωλύει με τὸ μέχρις ἕκτης ὥρας, καὶ τὸ μετὰ τὴν ἐννάτην γενόμενον φῶς. Τοῦτο καὶ διὰ τοῦ Προφήτου προλέγει· «Καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» Εἶτα τὰ ἐντεῦθεν φυόμενα ἀγαθά. ηʹ. «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Αἰνίττεται δὲ διὰ τούτου τὸ σωτήριον κήρυγμα, τὸ κατὰ πᾶσαν τὴν οἰκουμένην δραμὸν, καὶ τά τε ἑῷα, τά τε ἑσπέρια τῆς θείας διδασκαλίας ἐμπλῆσαν. Καὶ κατ' αὐτὴν μέντοι τὴν ἱστορίαν ἔστιν ἰδεῖν τὴν τῆς προφητείας ἀλήθειαν·