Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1960
Not analysed yet
λέβης ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιος τῷ Κυρίῳ παντοκράτορι, καὶ ἥξουσι πάντες οἱ θυσιάζοντες, καὶ λήψονται ἐξ αὐτῶν, καὶ ἑψήσουσιν ἐν αὐτοῖς.» Τῶν γὰρ μυρίων ἐκείνων ἀναιρεθέντων ἐθνῶν, οἷον ἀκροθίνια προσέφερον τῷ Θεῷ τῶν σκύλων τὰ πλεῖστα. Καὶ χαλινοὺς γὰρ ἀνέθηκαν, χάριν ὁμολογοῦντες ὑπὲρ τῆς τῶν ἵππων σφαγῆς· καὶ λέβητας δὲ ὅτι πλείστους, οἷόν τινας φιάλας πρὸ τοῦ θυσιαστηρίου τεθείκασιν, εἰς τὰς χρείας τῶν πανταχόθεν ἀφικνουμένων, καὶ προσφερόντων τὰ θύματα. Πᾶς γὰρ δεόμενος ἕνα τούτων λαμβάνων ἥψει τῶν ἱερέων τὰ κρέα. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν τῆς θείας εὐεργεσίας λαμπούσης, «Οὐκ ἔσται Χαναναῖος ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος.» Τουτέστι, τὰ Χαναναίων φρονῶν, ἀσεβείᾳ συζῶν, παρανομίᾳ χρώμενος. Παράσχοι δὲ τῶν ὅλων ὁ Κύριος τήνδε τὴν φωνὴν ἐπαληθεῦσαι καὶ νῦν, καὶ μηδένα ἐν ἡμῖν Χαναναῖον ὀφθῆναι, ἀλλὰ πάντας κατὰ τοὺς εὐαγγελικοὺς πολιτεύεσθαι νόμους, καὶ τὴν μακαρίαν περιμένειν ἐλπίδα, καὶ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΑΛΑΧΙΑΝ. ΥΠΟΘΕΣΙΣ. Μωσῆς μὲν ὁ μέγας ὁ νομοθέτης, πρῶτος ἡμῖν ἀνάγραπτα τὰ θεῖα καταλέλοιπε λόγια· ὁ δὲ θεσπέσιος Μαλαχίας μετὰ πάντας, τοὺς προφητείαν συγγεγραφότας τὰ θεῖα θεσπίσματα συγγραφῇ παραδέδωκε. Τὸν δὲ χρόνον, τοῖς ἄλλοις παραπλησίως, οὐκ εἴρηκεν· ἐδήλωσε δὲ δι' ὧν προεφήτευσεν, ὡς μετὰ τὴν οἰκοδομίαν τοῦ θείου ναοῦ, καὶ τοῦ λαοῦ τὴν εἰρήνην, ταύτης ἠξιώθη τῆς χάριτος. Οὐ ῥᾳθυμίαν γὰρ αὐτοῖς ἐγκαλεῖ τὴν περὶ τὴν οἰκοδομίαν, καθάπερ Ἀγγαῖος καὶ Ζαχαρίας οἱ μακάριοι, ἀλλὰ ἀναμιμνήσκει αὐτοὺς τῶν θείων εὐεργεσιῶν· ἐγκαλεὶ