Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1961
Not analysed yet
δὲ χωρὶς μὲν τοῖς ἱερεῦσι, χωρὶς δὲ τοῖς ἄλλοις, τὰς ὑπ' αὐτῶν τολμωμένας παρανομίας φέρων εἰς μέσον. Προκηρύττει δὲ τοῦ Δεσπότου Χριστοῦ τὴν κατὰ σάρκα παρουσίαν, καὶ τὴν σωτηρίαν, ἧς διὰ ταύτην ἀπήλαυσε τῶν ἀνθρώπων τὸ γένος. Προθεσπίζει δὲ καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ Ἰουδαίων τὴν ἀπιστίαν, καὶ πρὸς τούτοις τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Ἄγγελος δὲ τῇ Ἑλλάδι καλεῖται φωνῇ, Μαλαχίας δὲ τῇ Ἑβραίων. Ἄρχεται δὲ τῆς προφητείας οὕτως· ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. «Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, ἐν χειρὶ ἀγγέλου αὐτοῦ.» Ληφθεῖσά μου, φησὶν, ἡ διάνοια ὑπὸ θείας χάριτος, καὶ τῶν ἀνθρωπίνων ἁπάντων ἐκτὸς γενομένη, τὴν περὶ τοῦ Ἰσραὴλ ἐδέξατο προαγόρευσιν· οὐχ ἵνα μόνος ταύτην ἔχω τὴν γνῶσιν, ἀλλ' ἵνα καὶ αὐτοῖς ἐπαγγείλω τὰ δηλωθέντα. Τούτου χάριν ἑαυτὸν ἄγγελον προσηγόρευσεν, ὡς τοῖς θείοις λόγοις ὑπηρετοῦντα. Οὕτως ὑποδείξας τὸν δι' αὐτοῦ φθεγγόμενον Κύριον, παραινεῖ τῷ λαῷ προσέχειν τοῖς λεγομένοις. «Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.» Ἀντὶ τοῦ, Σὺν ἀκριβείᾳ πάσῃ τοῖς θείοις λογίοις προσέχετε. βʹ. «Ἠγάπησα ὑμᾶς, λέγει Κύριος, καὶ εἴπατε· Ἐν τίνι ἠγάπησας ἡμᾶς;» Οὐχ ὡς ἐρωτήσεως τοιαύτης ὑπὸ τοῦ λαοῦ γενομένης τέθεικεν· ἀλλὰ τὸ ἄγνωμον αὐτῶν τῆς διανοίας ἐλέγχει, ὅτι τοσαύτης ἀγάπης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀπολαύσαντες, οὐ μόνον ἀγνώμονες περὶ τὸν εὐεργέτην ἐγένοντο, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἠγνόησαν, ὅτι ἠγαπήθησαν. Διόπερ ἐλέγχει αὐτῶν τὴν ἀχάριστον γνώμην, ἄνωθεν ἐκ τῶν προγόνων δεικνὺς τὴν τῆς ἀγάπης ὑπερβολήν. «Οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύριος· καὶ ἠγάπησα τὸν Ἰακὼβ (γʹ.) ,τὸν δὲ Ἡσαῦ ἐμίσησα;» Ἴστε σαφῶς, φησὶ, καὶ ὑμεῖς ταῖς Μωσαϊκαῖς ἐντρεφόμενοι διηνεκῶς ἱστορίαις, ὡς Ἡσαῦ καὶ ὁ Ἰακὼβ ὁ ὑμέτερος γενάρχης, καὶ τὸν αὐτὸν ἔσχον πατέρα, καὶ ἐκ μιᾶς ἐβλάστησαν μήτρας, καὶ τὴν αὐτὴν κατ' αὐτὸν ᾤκησαν γαστέρα· ἀλλ' ὅμως οὐδὲ ἡ κοινωνία τῆς φύσεως, οὔτε ὁ χρόνος τῆς γεννήσεως εἷς ὢν ἀμφοτέρων, ἴσην αὐτοῖς παρεσκεύασε τὴν ἐμὴν δοῦναι διάθεσιν· ἀλλὰ καὶ τοῦ πατρὸς τοῖς τῆς φύσεως νόμοις ἀκολουθοῦντος, καὶ τῷ Ἡσαῦ δοῦναι τὰ πρωτοτόκια φιλονεικοῦντος, τὸν Ἰακὼβ ἀντ' ἐκείνου τὰ πρεσβεῖα λαβεῖν ᾠκονόμησα. «Τὸν μὲν γὰρ ἐμίσησα,» διὰ τὴν πονηρίαν τοῦ τρόπου·