Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1976
Not analysed yet
τοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·» ἀντὶ τοῦ, ἕνα καὶ μίαν, οὐχ ἕνα ἄνδρα καὶ δύο γυναῖκας, ἵνα ταύτην μισήσας συναφθῇ τῇ ἑτέρᾳ. Οὐκοῦν ἡ δημιουργία σωφροσύνης ἦν νομοθεσία. Ἐπειδὴ δὲ ᾔδει τῶν Ἰουδαίων τὸ μανικὸν ὁ τῶν ὅλων Θεὸς, ὅτι τῆς μισουμένης ἀπαλλαγῆναι βουλόμενοι μὲν, οὐ δυνάμενοι δὲ διὰ τὸν νόμον, καὶ φόνον ταύτης τολμήσουσι· συγχωρεῖ τὸ ἔλαττον κακὸν, ἵνα κωλύσῃ τὸ μεῖζον· καί φησιν· «Ἐὰν μισήσῃς, ἐξαπόστειλον.» Συναφθήσεται γὰρ ἑτέρῳ, καὶ μετ' ὀδύνης οὐ βιώσεται. Ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παιδεύων ἀρετὴν ἀντικρὺς βοᾷ· «Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται.» Καὶ ἐνταῦθα δὲ ταυτὸ τοῦτο αἰνίττεται· «Γυμνωθήσεται, φησὶ, τὰ κεκρυμμένα ὑμῶν βουλεύματα, λέγει Κύριος παντοκράτωρ.» Κἂν μὴ διά τινα πρόφασιν δικαίαν καὶ εὔλογον διαλύσητε τὸν γάμον, κριτὴς ὑμῶν ἔσται τῶν ὅλων ὁ Κύριος. Τοιγαροῦν «Φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ μὴ ἐγκαταλίπητε τὴν συνθήκην.» Χαλινώσατε, φησὶ, τὰς κακὰς ὁρμὰς, καὶ τὰς περὶ τοῦ γάμου γεγενημένας μὴ διασπάσητε συνθήκας. Οὕτω τῆσδε τῆς παρανομίας κατηγορήσας, καὶ τῷ πάθει τὴν πρόσφορον ἐπιθεὶς θεραπείαν, βλασφημίας τινὸς παρ' αὐτῶν τολμωμένης ποιεῖται τὸν ἔλεγχον, καί φησιν· ιζʹ. «Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν, καὶ εἴπατε· Ἐν τίνι παρωξύναμεν αὐτόν; Ἐν τῷ λέγειν ὑμᾶς· Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς ηὐδόκησε· καὶ ποῦ ἔστιν ὁ Θεὸς τῆς δικαιοσύνης;» Τινὲς γὰρ ὑπ' ἀνοίας ἐσχάτης ὁρῶντές τινας πονηρίᾳ συζῶντας, εὐπραξίας δὲ ἀπολαύοντας, ἐτόλμων λέγειν ὅτι χαίρειν ἔοικε τοῖς πονηροῖς ὁ Θεός· οὐ γὰρ ἂν αὐτοῖς τοσαύτην εὐκληρίαν ἀπένειμεν. Αὕτη με λίαν ἡ βλασφημία πρὸς ὑμετέραν παρεκίνησε τιμωρίαν. Ὑμεῖς δὲ οὐδὲ σμικρὰν πλημμέλειαν ὑπολαμβάνετε τὴν μεγίστην ἀσέβειαν. Ταύτην γὰρ αὐτῶν τὴν ἀναλγησίαν ἐλέγχων ἔφη· «Καὶ εἴπατε· Ἐν τίνι παρωξύναμεν αὐτόν;» Ἔδει δὲ συνιδεῖν ὑμᾶς, ὡς ὁ τῶν ὅλων Θεὸς δικαιοσύνης ὑπάρχει πηγή· τοῦτο δὲ ὢν τοὺς τὴν κακίαν ἀσπαζομένους βδελύττεται. Ἄῤῥητος δὲ τῆς οἰκονομίας ὁ λόγος. Διδάσκω δὲ ὅμως ὑμᾶς, ὡς ἥξει τῆς δικαίας ἀνταποδόσεως ὁ καιρός. Καὶ τοῦτο δῆλον ποιῆσαι βουλόμενος, πρῶτον μὲν προθεσπίζει τὴν προτέραν τοῦ Δεσπότου Χριστοῦ παρουσίαν, καὶ δείκνυσι τὸν μέγαν Ἰωάννην τὸν Βαπτιστὴν τῆς ἐπιφανείας ἐκείνης ἡγούμενον. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ. «Ἰδοὺ γὰρ ἐγὼ, φησὶν, ἐξαποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὑτοῦ Κύριος,