Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1977
Not analysed yet
καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.» Ταύτην δὲ τοῦ Προφήτου τὴν μαρτυρίαν καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις κειμένην εὑρίσκομεν. Καὶ ὁ μακάριος δὲ Ζαχαρίας, ὁ τοῦ θειοτάτου Ἰωάννου πατὴρ, ἐν ταῖν χεροῖν αὐτὸν λαβὼν, ἔφη πρὸς αὐτόν· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.» Καὶ ἐνταῦθα διὰ τοῦ Μαλαχίου εἶπεν ὁ Θεός· «Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὑτοῦ Κύριος, ὃν ὑμεῖς θέλετε.» Πάντων γὰρ ἀγνοούντων ὁ σωτήριος ἐγένετο τόκος. Ναὸν γὰρ τὴν ἀνθρωπείαν ὠνόμασε φύσιν, ἣν ὁ Θεὸς Λόγος ἀνέλαβεν. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς πρὸς Ἰουδαίους ἔφη· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Καὶ τοῦτο ἑρμηνεύων ὁ Εὐαγγελιστὴς ἐπήγαγεν· «Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ· καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, ᾧ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς.» Πρὸς δὲ τῇ προτέρᾳ αὐτοῦ παρουσίᾳ, καὶ τὴν δευτέραν αὐτοῦ ἐπιφάνειαν προθεσπίζει· «Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ. (βʹ.) Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;» Οὕτω καὶ ὁ Ζαχαρίας περὶ τῆς δευτέρας ἐπιφανείας ἔφη· «Ὄψονται εἰς ὃν ἐξεκέντησαν, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς.» Εἶτα διδάσκει τὰ ὑπ' αὐτοῦ δρώμενα. «Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. (γʹ.) Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Οὕτω καὶ ὁ μακάριος Παῦλός φησιν· «Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαύσεται, ζημιωθήσεται.» Ἡγοῦμαι δὲ διὰ τῶν εἰρημένων τὸν Προφήτην μὴ μόνον ἐκεῖνο σημαίνειν, ἀλλὰ καὶ τὴν τοῦ ἁγίου Πνεύματος κάθαρσιν· καὶ γὰρ ἐν τούτῳ μυστικῶς τοὺς προσιόντας ἀναχωνεύει, καὶ νεουργεῖ τῷ πυρὶ Πνεύματος χρώμενος. Οὕτω γὰρ καὶ ὁ μέγας Ἰωάννης φησίν· «Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί.» Καὶ μέντοι καὶ τῇ θείᾳ χάριτι χρώμενος καθάπερ τινὶ πόᾳ, τῶν ἁμαρτημάτων ἐκκαθαίρει τὸν ῥύπον. Καὶ τῇ μὲν Ἱερουσαλὴμ ὁ μακάριος Ἱερεμίας φησίν· «Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀνομίαις σου, λέγει Κύριος.» Ἐκείνη γὰρ τὴν νομικὴν εἶχεν, οὐ τὴν τῆς χάριτος πόαν. Ἐνταῦθα δὲ ὑποδείκνυσιν ἡμῖν ὁ προφητικὸς λόγος, οἷόν τινα δημιουργὸν, τὸν Δεσπότην