Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1981
Not analysed yet
»Μὴ ἀποστερήσει ἄνθρωπος Θεὸν, ὅτι ὑμεῖς ἀποστερεῖτέ με; Καὶ εἴπατε· Ἐν τίνι ἀπεστερήσαμέν σε;» «Ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ' ὑμῶν εἰσι. (θʹ.) Καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε αὐτὰ, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε· τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν.» Τοῦ νόμου γὰρ διαγορεύοντος τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας πρώτας τῷ Θεῷ προσφέρειν, εἶθ' οὕτω τὰ λειπόμενα λαμβάνειν, ὑμεῖς ἅπαντα κατ' αὐτὸν εἰς τὰ ὑμέτερα εἰσενέγκατε δοχεῖα, οὐ λογισάμενοι, ὅτι πτωχῶν ἐστιν ἁρπαγὴ, τῶν ἀπαρχῶν καὶ τῶν δεκατῶν ἡ στέρησις. Τοῖς γὰρ ἱερεῦσι τούτου χάριν γῆς οὐκ ἔδωκα κλῆρον, ἵνα τῇ θείᾳ προσεδρεύοντες λειτουργίᾳ, καὶ τὰς ὑπὲρ ὑμῶν θυσίας προσφέροντες, ἐκ τῶν ἐμοὶ προσφερομένων ἀπαρχῶν καὶ δεκατῶν διατρέφωνται, καὶ τοῖς προσεδρεύουσι πτωχοῖς τῷ θείῳ ναῷ ἐπαρκῶσιν ἐκ τούτων. Τοιγάρτοι τῆς πλεονεξίας ταύτης παυσάμενοι, ἀπόδοτε τὰ νενομισμένα τοῖς ἱερεῦσι, καὶ δοκιμάσατε, εἰ μὴ πλειόνων ὑμῖν ἀγαθῶν μετουσία γενήσεται; Τὸ γὰρ, «Ἐπιστρέψατε ἐν τούτῳ,» οἱ περὶ τὸν Ἀκύλαν «Πειράσατε» ἡρμηνεύκασι. Δώσω γὰρ ὑμῖν ὑετῶν ἀφθονίαν, καὶ γῆς εὐκαρπίαν, καὶ τὴν ἐντεῦθεν εὐπορίαν, ὥστε τοὺς ἐκ γειτόνων ζηλωτοὺς ὑμᾶς καὶ μακαρίους ἀποκαλεῖν, ἅτε δὴ τοιαύτης ἀπολαύοντας παρ' ἐμοῦ προμηθείας. Πάλιν ἕτερον πάθος ἐνοχλοῦν αὐτοῖς θεραπεύει, καί φησιν· ιγʹ—ιεʹ. «Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος παντοκράτωρ, εἴπατε· Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; Καὶ εἴπατε· Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλεῖον, ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παντοκράτορος; Καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἀνομήματα· ἀντέστησαν Θεῷ, καὶ ἐσώθησαν.» Μοχθηρᾷ, φησὶ, χρώμενοι γνώμῃ, ἀνόνητον καὶ ἀκερδῆ τὴν ἐμὴν ὠνομάσατε δεσποτείαν, καὶ τοὺς ἀνομίᾳ συζῶντας ἐν εὐημερίᾳ καὶ εὐθυμίᾳ ζῇν φατε· ὑμᾶς δὲ τοὺς ὑπὸ τὴν ἐμὴν κηδεμονίαν τελοῦντας πάσης τῆς εὐπραξίας ἐρήμους μεμενηκέναι, μακαρίζειν δὲ τῶν ἄλλων τὴν εὐκληρίαν. ιϛʹ. «Ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ· καὶ προσέσχε Κύριος, καὶ εἰσήκουσε, καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὑτοῦ τοῖς φοβουμένοις τὸν Κύριον, καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ.» Ταῦτα, φησὶν, ἀκούσας ἐγὼ τῶν θρυλλιζόντων πρὸς ἀλλήλους τῶν ἀνακειμένων ἐμοὶ, ἀνάγραπτον ὑπόσχεσιν ἀγαθῶν τοῖς φοβουμένοις με δίδωμι. Τοῦτο γὰρ λέγει· «Καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὑτοῦ τοῖς φοβουμένοις τὸν Κύριον, καὶ εὐλαβουμένοις τὸ ὄνομα