Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1984
Not analysed yet
αὐτοῦ.» Οὗτοι τοίνυν, φησὶν, οἱ τὴν ἐμὴν θεραπείαν περὶ πολλοῦ ποιούμενοι, καὶ δεδιότες τι τῶν οὐκ ἀρεσκόντων μοι δρᾶσαι· «Ἔσονταί μοι εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ, εἰς περιποίησιν.» Οἰκειώσομαι αὐτοὺς, φησὶν, ἐν τῆς κρίσεως ἡμέρᾳ.» Καὶ αἱρετιῶ αὐτοὺς, ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὑτοῦ τὸν εὖ δουλεύοντα αὐτῷ.» Πατρὸς γὰρ δίκην, περὶ υἱὸν εὐγνώμονα διακειμένου, καὶ προτιμῶντος αὐτὸν, τῶν ἀγνωμόνων προτιμήσω τούτους ἐγὼ τῶν τἀναντία βουλευσαμένων. Τὸ δὲ «αἱρετιῶ» οἱ περὶ τὸν Ἀκύλαν, «Φείσομαι, ἡρμηνεύκασιν ὡς φείδεται ἄνθρωπος τοῦ υἱοῦ αὑτοῦ.» ιηʹ. «Καὶ ἐπιστραφήσεσθε, καὶ ὄψεσθε ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀδίκου, καὶ ἀναμέσον τοῦ δουλεύοντος τῷ Θεῷ, καὶ ἀναμέσον τοῦ μὴ δουλεύοντος αὐτῷ. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Ὅτι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβανος, καὶ φλέξει αὐτούς.» Τότε, φησὶ, μαθήσεσθε ὅσον ἀδίκου καὶ δικαίου τὸ μέσον, καὶ ὅση διαφορὰ τοῦ δουλεύοντος τῷ Θεῷ πρὸς τὸν μὴ δουλεύοντα. Μὴ γὰρ δὴ νομίσητε τὸν παρόντα βίον ἔχειν τὸ διαρκές· λυθήσεται γὰρ οὗτος, «Καὶ ἥξει τις ἡμέρα καιομένη ὡς κλίβανος, καὶ φλέξει αὐτούς. Καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς, καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνομα, καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ αὐτῶν ῥίζα, οὐδὲ κλῆμα.» Τοὺς δὲ ἀλλογενεῖς οἱ περὶ τὸν Ἀκύλαν ὑπερηφάνους ἡρμήνευσαν. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται.» Οὕτω προαγορεύσας τοῖς ἀσεβείᾳ συζῶσι τὸν ὄλεθρον, δείκνυσιν οἷα τῶν εὐσεβῶν τὰ ἆθλα· βʹ. «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ταῦτα δὲ καὶ τῇ προτέρᾳ τοῦ Σωτῆρος ἡμῶν ἁρμόττει παρουσίᾳ, καὶ τῇ δευτέρᾳ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ οἷόν τις ἥλιος ἡμῖν ἀνέτειλεν, ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις· καὶ τῆς ἁμαρτίας ἐλευθερώσας δικαιοσύνης μετέδωκε, καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἷόν τισι πτεροῖς συγκαλύψας, ἴασιν ταῖς ἡμετέραις παρέσχε ψυχαῖς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ παρουσίᾳ τοῖς κατὰ τὸν παρόντα βίον τρυχομένοις, ἢ παρὰ γνώμην, ἢ κατὰ γνώμην ἐπιφανεὶς, οἷα δίκαιος δικαίως δικάσει, καὶ τὰ ἐπηγ-