Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1985
Not analysed yet
γελμένα ἀγαθὰ χορηγήσει. Καὶ ὥσπερ ὁ αἰσθητὸς ἥλιος ἀνίσχων τοὺς ὕπνῳ κατεχομένους πρὸς ἐργασίαν ἐγείρει· οὕτως οὗτος ἐπιφαινόμενος τοὺς τῷ μακρῷ ὕπνῳ τῷ θανάτῳ κατεχομένους ἀνίστησι. Τότε δὴ, τότε, φησὶ, «Καὶ ἐξελεύσεσθε, καὶ σκιρτήσετε, ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.» Ἀπηλλάγητε γὰρ τῶν τῆς ἁμαρτίας δεσμῶν. γʹ. «Καὶ καταπατήσετε ἀνόμους, καὶ ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν, ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ.» Οὕτως ἦν ὁ πλούσιος τῷ Λαζάρῳ· οὕτως ἔσονται τοῖς ἀδικουμένοις οἱ ἄδικοι, τοῖς ἁγίοις μάρτυσιν οἱ τύραννοι καὶ διῶκται. Εἶτα αὐτοὺς ἀναμιμνήσκει ὧν περὶ τοῦ Δεσπότου Χριστοῦ Μωσῆς προηγόρευσε· καὶ κελεύει σὺν ἀκριβείᾳ τὸν νόμον ἀναγινώσκοντας πείθεσθαι αὐτῷ, καὶ μηδαμῶς ἀντιλέγειν. δʹ. «Μνήσθητε τοῦ νόμου Μωσῆ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ προστάγματα καὶ δικαιώματα.» Εἶτα σαφῶς ἐπιστάμενος, ὡς οὔτε τῷ νόμῳ πεισθήσονται, οὔτε αὐτὸν παραγινόμενον ὑποδέξονται, ἀλλὰ σταυρῷ παραδώσουσιν, ἀφάτῳ φιλανθρωπίᾳ χρώμενος, ὑπισχνεῖται αὐτοῖς, πάλιν τὸν Ἠλίαν πέμψειν κήρυκα σωτηρίας, καί φησιν· εʹ. «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην.» Καὶ σημαίνων τὸν καιρὸν, ἐπήγαγε· «Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.» Τὴν τῆς δευτέρας ἐπιφανείας ὠνόμασε· διδάσκει δὲ ἅπερ ὁ μέγας Ἠλίας ποιήσει παραγενόμενος. ϛʹ. «Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὑτοῦ.» Καὶ δεικνὺς τὸν σκοπὸν, δι' ὃν Ἠλίας πρότερος παραγίνεται, ἐπήγαγε· «Μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην.» Ἵνα γὰρ μὴ εὑρὼν ὑμᾶς πάντας ἐν ἀπιστίᾳ, ἅπαντας ὑμᾶς εἰς τὴν ἀτελεύτητον κόλασιν παραπέμψω, ἥξει πρότερος Ἠλίας, καὶ τὴν ἐμὴν ὑμᾶς παρουσίαν διδάξει, καὶ πείσει ὑμᾶς, ὦ Ἰουδαῖοι, τοῖς ἐξ ἐθνῶν εἰς ἐμὲ πεπιστευκόσιν ἀνενδοιάστως ἑνωθῆναι, καὶ μίαν ἀποφῆναι τὴν ἐμὴν Ἐκκλησίαν. Πατέρας δὲ καλεῖ Ἰουδαίους, ὡς προτέρους κληθέντας· υἱοὺς δὲ τὰ ἔθνη, ὡς μετ' ἐκείνους σωθέντας. Ἐπειδὴ τοίνυν ἡμεῖς μὲν καὶ νῦν Ἰουδαίους προτρέπομεν εἰς εὐσέβειαν, ἐκεῖνοι δὲ ἀπειθοῦντες διατελοῦσι, τὴν ἡμετέραν σωτηρίαν ζηλοτυποῦντες, εἰκότως ἔφη τὸν Ἠλίαν πατρὸς καρδίαν πρὸς υἱὸν ἀποκαταστήσειν· ἐκείνους γὰρ πείσει τὴν πρὸς ἡμᾶς δέξασθαι κοινωνίαν. Ταῦτα δὲ οὐ μόνον Ἰουδαίοις ἀπόχρη δέος ἐνθεῖναι, ἀλλὰ καὶ ἡμᾶς ἱκανὰ φοβῆσαι. Ὅσῳ γὰρ μειζόνων ἀπηλαύσαμεν ἀγαθῶν, τοσούτῳ καὶ μείζους εὐθύνας ὀφείλομεν τῷ κριτῇ. Οὗ χάριν ἡμᾶς προσήκει πρὸς ἐκείνην εὐτρεπεῖς τὴν ἡμέραν γενέσθαι· ἵνα σὺν παῤῥησίᾳ τῷ φοβερωτάτῳ βήματι παραστάντες, τῶν ἐπηγγελμένων ἀπολαύσωμεν ἀγαθῶν. Ἐγὼ δὲ τοὺς ἐντευξο-