Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.101
Not analysed yet
ἐκεῖνος πρῶτος ἡμαρτηκὼς ὑπὸ τὸν ὅρον ἐγένετο τοῦ θανάτου, καὶ τὸ γένος ἅπαν ἠκολούθησε τῷ προπάτορι· οὕτως ὁ Δεσπότης Χριστὸς, τὴν ἄκραν δικαιοσύνην πεπληρωκὼς, κατέλυσε τοῦ θανάτου τὴν δυναστείαν, καὶ πρῶτος ἐκ νεκρῶν ἀναστὰς, πᾶσαν εἰς ζωὴν ἐπανάξει τῶν ἀνθρώπων τὴν φύσιν. Καὶ ἐπειδὴ τύπον ἐκάλεσε τὸν Ἀδὰμ τοῦ Χριστοῦ, δείκνυσι τὴν ὑπεροχήν. ιεʹ. Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Ἀλλὰ πῶς; Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ, ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. Ἐπὶ τῆς τιμωρίας, φησὶν, ὁ Δεσπότης Θεὸς τοῦ δικαίου τὸν ὅρον ἐφύλαξε, καὶ τοῦ Ἀδὰμ ἡμαρτηκότος, καὶ τῷ θανάτῳ παραδοθέντος, ἅπαν ἠκολούθησε τὸ γένος· πολλῷ δήπουθεν δικαιότερον ἐπὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας φυλαχθῆναι τὸ δίκαιον, καὶ τῆς τοῦ Δεσπότου Χριστοῦ πάντας ἀνθρώπους μεταλαχεῖν ἀναστάσεως. Ἄνθρωπον δὲ ἐνταῦθα τὸν Δεσπότην Χριστὸν προσηγόρευσεν, ἵνα τοῦ Ἀδὰμ ἀκριβῶς ἐπιδείξῃ τὸν τύπον· ὅτι καθάπερ ἐκεῖ δι' ἑνὸς ἀνθρώπου ὁ θάνατος, οὕτω δι' ἑνὸς ἀνθρώπου ἐνταῦθα ἡ τοῦ θανάτου κατάλυσις. ιϛʹ. Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήματος, τὸ δώρημα· τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Ὑπερβαίνει, φησὶν, ἡ τῆς χάριτος φιλοτιμία τοῦ δικαίου τὸν ὅρον. Τότε γὰρ ἑνὸς ἡμαρτηκότος ὅλον τὸ γένος τὴν τιμωρίαν ἐδέξατο· νῦν δὲ, πάντων ἀνθρώπων ἀσεβούντων τε καὶ παρανομούντων, οὐ τιμωρίαν ἐπήγαγεν, ἀλλὰ ζωὴν ἐδωρήσατο. ιζʹ. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος, καὶ τῆς δωρεᾶς, καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. Εἰ δὲ ἑνὸς ἀνθρώπου παράβασις ἐκράτυνε τοῦ θανάτου τὴν δυναστείαν, οἱ τὰς ἀφθόνους τοῦ Θεοῦ τρυγήσαντες δωρεὰς, δῆλον ὅτι κρείττους μὲν ἔσονται τοῦ θανάτου, κοινωνήσουσι δὲ τῷ Χριστῷ τῆς ἀνωλέθρου βασιλείας καὶ τῆς αἰωνίου ζωῆς. ιηʹ. Ἆρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Μὴ ἀμφιβάλλετε, φησὶ, περὶ τῶν παρ' ἐμοῦ λεγομένων εἰς τὸν Ἀδὰμ ἀποβλέποντες. Εἰ γὰρ ἐκεῖνα ἀληθῆ, ὥσπερ οὖν ἀληθῆ, καὶ ἐκείνου παραβεβηκότος ὅλον τὸ γένος ἐδέξατο τοῦ θανάτου τὸν ὅρον, εὔδηλον ὡς ἡ τοῦ Σωτῆρος δικαιοσύνη πᾶσιν ἀνθρώποις πραγματεύεται τὴν ζωήν. Καὶ πάλιν ἑτέρως τὸ αὐτὸ λέγει, καταποικίλλων τὸν λόγον, καὶ συνεχῶς ἀνελίττων, ἵνα σαφέστερον ἡμᾶς διδάξῃ τὸ τῆς οἰκονομίας μυστήριον. ιθʹ. Ὥσπερ γὰρ διὰ παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί. Ἀκριβῶς ἐνταῦθα καὶ ἐπὶ