Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.100
Not analysed yet
τία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον. Τὸν Ἀδὰμ ὁ Δεσπότης δημιουργήσας Θεὸς, καὶ λόγῳ τιμήσας, μίαν δέδωκεν ἐντολὴν εἰς γυμνασίαν τοῦ λογικοῦ. Οὐδὲ γὰρ οἷόν τε ἦν τὸν λόγον μετειληφότα, καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν ἔχοντα, νόμου τινὸς χωρὶς πολιτεύεσθαι. Οὗτος ἐξαπατηθεὶς παρέβη τὴν ἐντολήν· τῆς δὲ τιμωρίας τὴν ἀπειλὴν ὁ νομοθέτης τῇ ἐντολῇ συνέζευξεν ἐξ ἀρχῆς. Ὑπὸ τὸν ὅρον τοίνυν οὗτος τοῦ θανάτου γενόμενος, οὕτω τὸν Κάϊν, καὶ τὸν Σὴθ, καὶ τοὺς ἄλλους ἐγέννησεν. Ἅπαντες οὖν, ὡς ἐκ τοιούτου φύντες, θνητὴν εἶχον τὴν φύσιν· ἡ δὲ τοιαύτη φύσις πολλῶν ἐστιν ἐνδεὴς, καὶ βρωτῶν, καὶ ποτῶν, καὶ περιβολαίων, καὶ οἰκημάτων, καὶ τεχνῶν διαφόρων. Ἡ δὲ τούτων χρεία ἐρεθίζει πολλάκις εἰς ἀμετρίαν τὰ πάθη· ἡ δὲ ἀμετρία τὴν ἁμαρτίαν γεννᾷ. Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος, ὅτι τοῦ Ἀδὰμ ἡμαρτηκότος, καὶ θνητοῦ διὰ τὴν ἁμαρτίαν γεγενημένου, ἐχώρησεν εἰς τὸ γένος ἀμφότερα. Εἰς πάντας γὰρ ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον. Οὐ γὰρ διὰ τὴν τοῦ προπάτορος ἁμαρτίαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἕκαστος δέχεται τοῦ θανάτου τὸν ὅρον. ιγʹ. Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν τῷ κόσμῳ· ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Οὐχ ὥς τινες ὑπέλαβον, τῶν πρὸ τοῦ νόμου κατηγορεῖ, ἀλλὰ πάντων ὁμοῦ. Τὸ γὰρ, ἄχρι νόμου, οὐχ ἕως τῆς ἀρχῆς τοῦ νόμου λέγει, ἀλλ' ἕως τοῦ τέλους τοῦ νόμου, ἀντὶ τοῦ, Ἕως ὁ νόμος ἐκράτει, εἶχεν ἡ ἁμαρτία τὸ κράτος. Νόμου γὰρ οὐκ ὄντος οὐχ οἷόν τε γενέσθαι παράβασιν. ιδʹ. Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. Μωσέα τὸν νόμον καλεῖ. Τοῦτο δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις εὑρίσκομεν· «Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας.» Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ φησί· «Ἀλλ' ἕως σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται,» ἀντὶ τοῦ, ὁ νόμος. Ἐβασίλευσε τοίνυν, φησὶν, ὁ θάνατος ἀπὸ Ἀδὰμ ἕως τῆς τοῦ Σωτῆρος ἐπιφανείας· τότε γὰρ τέλος ὁ νόμος ἐδέξατο. «Ὁ νόμος γὰρ, φησὶ, καὶ οἱ προφῆται, ἕως Ἰωάννου προεφήτευσαν. Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Ἐβασίλευσε δὲ ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ. Εἰ γὰρ καὶ ἐκείνην οὐ παρέβησαν τὴν ἐντολὴν, ἀλλ' οὖν ἑτέρας παρανομίας ἐτόλμησαν. Τὸν δέ γε Ἀδὰμ τύπον ἐκάλεσε τοῦ Χριστοῦ· αὐτὸν γὰρ καλεῖ τὸν μέλλοντα, κατὰ τοῦτον τὸν λόγον, ὅτι καθάπερ