Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.108
Not analysed yet
τίᾳ, προσμένειν δὲ τὴν ἀνάστασιν. Εἶτα πάλιν τὸ παράδειγμα τίθησιν. θʹ, ιʹ. Εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Ἱκανῶς διὰ τούτων ἐδίδαξε τῶν ῥημάτων, τῆς ἁμαρτίας ἀποστῆσαι τοὺς πεπιστευκότας βουλόμενος. Ἅπαξ, φησὶν, ἀπέθανεν ὁ Χριστὸς, καὶ δὶς αὐτὸν ἀποθανεῖν τῶν ἀδυνάτων· ἀθάνατον γὰρ νῦν ἔχει τὸ σῶμα. Διά τοι τοῦτο καὶ ἑνὸς βαπτίσματος ἅπαντες ἀπολαύομεν. Μὴ τοίνυν ἑτέραν ἀναμείνῃς διὰ τοῦ βαπτίσματος ἄφεσιν. Καλῶς δὲ τῇ ἁμαρτίᾳ αὐτὸν ἔφη τεθνάναι. Οὐ γὰρ ὑπέκειτο θανάτῳ· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν· ἀλλὰ διὰ τὴν ἡμετέραν ἁμαρτίαν τὸν θάνατον κατεδέξατο. ιαʹ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ὑμεῖς τοίνυν, τῇ μὲν ἐνεργείᾳ τῆς ἁμαρτίας νεκρὰ δείξατε τὰ ὑμέτερα μέλη, τὴν δὲ κατὰ Χριστὸν ἀσπάσασθε βιοτὴν, δι' ἧς τεύξεσθε τῆς ἀθανάτου ζωῆς. Ταύτῃ προσέχειν ἅπαντας ἡμᾶς τῇ διδασκαλίᾳ προσήκει, καὶ φεύγειν μὲν τὰς τῆς ἁμαρτίας ἐπιβουλὰς, καλεῖν δὲ εἰς ἐπικουρίαν σεσωκότα Χριστόν. Ἐπιφανεῖται γὰρ καλούμενος, καὶ τὴν οἰκείαν ἡμῖν ὀρέξει ῥοπήν· μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. ιβʹ. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτῆς. Βασιλεία τυραννίδος διαφέρει ταύτῃ, τῷ τὴν μὲν τυραννίδα ἀκόντων γίνεσθαι τῶν ὑπηκόων, τὴν δὲ βασιλείαν βουλομένων τῶν ἀρχομένων. Παραινεῖ τοίνυν, μηκέτι δυναστείᾳ τῆς ἁμαρτίας συντίθεσθαι· κατέλυσε γὰρ αὐτῆς τὴν βασιλείαν ὁ Δεσπότης ἐνανθρωπήσας· καὶ ἅτε δὴ θνητοῖς ἔτι καὶ παθητὸν ἔχουσι σῶμα νομοθετῶν, σύμμετρα τῇ ἀσθενείᾳ νομοθετεῖ. Καὶ οὐ λέγει, Μὴ τυραννείτω ἡ ἁμαρτία, ἀλλὰ, Μὴ βασιλευέτω. Τὸ μὲν γὰρ ἴδιον ἐκείνης, τὸ δὲ τῆς ἡμετέρας γνώμης. Ἡ μὲν γὰρ τῶν παθημάτων κίνησίς τε καὶ ἐνόχλησις κατὰ φύσιν ἡμῖν ἐγγίνεται· τῶν δὲ ἀπειρημένων ἡ πρᾶξις τῆς γνώμης ἐξήρτηται. Ἔδειξε δὲ καὶ τοῦ πολέμου τὸ πρόσκαιρον, θνητὸν τὸ σῶμα προσαγορεύσας. Τούτου γὰρ δεξαμένου τοῦ θανάτου τὸν ὅρον, παύεται καὶ τῶν μαθημάτων ἡ προσβολή. Κελεύει τοίνυν ἡμῖν, οὐ παύειν τῆς ἁμαρτίας τὴν τυραννίδα, ἀλλὰ μὴ ὑπακούειν αὐτῇ ἀμέτρως ἐξαπτούσῃ τὰς ὀρέξεις τοῦ σώματος. ιγʹ. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ. Βασιλείας μνημονεύσας, ἀναγκαίως καὶ τὴν ταύτης ἔδειξε πανοπλίαν, καὶ τὸν τῆς νίκης ἡμᾶς ἐξεπαίδευσε τρόπον. Ὅπλοις γὰρ καθ' ἡμῶν ἡ ἁμαρτία τοῖς ἡμετέροις κέχρηται μέλεσιν.