Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.109
Not analysed yet
Ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας. Καὶ ἤδη τοῦτο εἴρηκεν· «Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ·» ἀντὶ τοῦ, Συνετάφητε τῷ Χριστῷ, καὶ συνηγέρθητε· οὐκοῦν τῇ ἁμαρτίᾳ νεκροί ἐστε, ἑτέραν δὲ ζητεῖτε ζωήν. Καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ἔδειξεν οὐ πονηρὸν τὸ σῶμα, ἀλλ' ἀγαθοῦ Θεοῦ δημιούργημα. Δύναται γὰρ, εὖ καὶ καλῶς ὑπὸ τῆς ψυχῆς κυβερνούμενον, τῷ Θεῷ λειτουργεῖν. Οὐκοῦν ἡ τῆς προαιρέσεως ἐπὶ τὸ χεῖρον ῥοπὴ, οἷόν τινα ὅπλα τῇ ἁμαρτίᾳ παρέχει τὰ μέλη· καὶ αὖ πάλιν, ἡ περὶ τὰ ἀγαθὰ τῆς γνώσεως διάθεσις, τοῖς θείοις νόμοις διακονεῖν παρασκευάζει τὰ μέλη. Καὶ γὰρ ἡ γλῶττα, σωφρονοῦντος μὲν τοῦ μουσικοῦ, τὴν προσήκουσαν ὑμνῳδίαν προσφέρει τῷ τῶν ὅλων Θεῷ· μεθύοντος δὲ καὶ παραπαίοντος, μανικῶς ἀποτελεῖ τὴν δυσηχῆ τῆς βλασφημίας ἠχήν. Οὕτω καὶ τοῖς ἀληθέσι κοσμεῖται λόγοις, καὶ τοῖς ψευδέσι μολύνεται. Οὕτω καὶ ὀφθαλμὸς καὶ σῶφρον βλέπει καὶ ἀσελγὲς, καὶ ὠμὸν καὶ φιλάνθρωπον· οὕτω καὶ χεὶρ καὶ φονεύει καὶ ἐλεεῖ· καὶ ἁπαξαπλῶς ἅπαντα τὰ τοῦ σώματος μόρια καὶ δικαιοσύνης ὅπλα γίνεται, βουλομένου τοῦ νοῦ, καὶ αὖ πάλιν ἁμαρτίας, ὅταν ἐκεῖνος τῆς ἁμαρτίας τὴν δυναστείαν ἀσπάσηται. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἑτέρωθεν δείκνυσι τῆς νίκης τὴν εὐκολίαν. ιδʹ. Ἁμαρτία γὰρ ὑμῶν, φησὶν, οὐκέτι κυριεύσει. Οὐκέτι γὰρ ἡ φύσις μόνη παλαίει, ἀλλ' ἔχει συνεργοῦσαν τὴν χάριν τοῦ Πνεύματος. Τοῦτο γὰρ ἐπήγαγεν· Οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. Διδάσκει δὲ, ὡς πρὸ τῆς χάριτος ὁ νόμος μόνον τὸ πρακτέον ἐδίδασκεν, ἐπικουρίαν δέ τινα τοῖς νομοθετουμένοις οὐκ ὤρεγεν. Ἡ δὲ χάρις, πρὸς τῇ νομοθεσίᾳ, καὶ τὴν συμμαχίαν παρέχει. Διά τοι τοῦτο καὶ ἀκριβεστέρα τοῦ νόμου ἡ νομοθεσία τῆς χάριτος, ὡς τῆς ἐπικουρίας τὴν δυσκολίαν λυούσης. Εἶτα πάλιν λύει τὸ ὑφορμοῦν. ιεʹ. Τί οὖν; ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν; Διὰ τοὺς φιλαιτίους τὴν ἀντίθεσιν τέθεικε. Καὶ πρῶτον μὲν ἀπηγόρευσε, τὴν ἀτοπίαν δεικνὺς, καὶ ἔφη· Μὴ γένοιτο. Εἶτα διὰ πλειόνων τὸ ἐναντίον διδάσκει. ιϛʹ. Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην; ᾯπερ ἂν ἕλῃ δουλεῦσαι, τούτῳ σε προσήκει κελεύοντι πείθεσθαι· οὐ γὰρ οἷόν τε δύο δεσπόταις δουλεύειν κατὰ ταυτόν. Ἐναντία δὲ ἐκ διαμέτρου δικαιοσύνη καὶ ἁμαρτία. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» ιζʹ. Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Καὶ τὴν μεταβολὴν αὐτῶν